Septante (AT)
2 Maccabées 3:11
11τινὰ δὲ καὶ Ὑρκανοῦ τοῦ Τωβιου σφόδρα ἀνδρὸς ἐν ὑπεροχῇ κειμένου – οὕτως ἦν διαβάλλων ὁ δυσσεβὴς Σιμων – τὰ δὲ πάντα ἀργυρίου τετρακόσια τάλαντα, χρυσίου δὲ διακόσια·
Contexte de 2 Maccabées 3:11
9παραγενηθεὶς δὲ εἰς Ιεροσόλυμα καὶ φιλοφρόνως ὑπὸ τοῦ ἀρχιερέως τῆς πόλεως ἀποδεχθεὶς ἀνέθετο περὶ τοῦ γεγονότος ἐμφανισμοῦ, καὶ τίνος ἕνεκεν πάρεστιν διεσάφησεν· ἐπυνθάνετο δὲ εἰ ταῖς ἀληθείαις ταῦτα οὕτως ἔχοντα τυγχάνει. 10τοῦ δὲ ἀρχιερέως ὑποδείξαντος παρακαταθήκας εἶναι χηρῶν τε καὶ ὀρφανῶν, τινὰ δὲ καὶ Ὑρκανοῦ τοῦ Τωβιου σφόδρα ἀνδρὸς ἐν ὑπεροχῇ κειμένου – οὕτως ἦν διαβάλλων ὁ δυσσεβὴς Σιμων – τὰ δὲ πάντα ἀργυρίου τετρακόσια τάλαντα, χρυσίου δὲ διακόσια· 12ἀδικηθῆναι δὲ τοὺς πεπιστευκότας τῇ τοῦ τόπου ἁγιωσύνῃ καὶ τῇ τοῦ τετιμημένου κατὰ τὸν σύμπαντα κόσμον ἱεροῦ σεμνότητι καὶ ἀσυλίᾳ παντελῶς ἀμήχανον εἶναι. 13ὁ δὲ Ἡλιόδωρος, δι ἃς εἶχεν βασιλικὰς ἐντολάς, πάντως ἔλεγεν εἰς τὸ βασιλικὸν ἀναλημπτέα ταῦτα εἶναι.
Lire 2 Maccabées 3 en entierSeptante (AT) — Texte grec-français édité par ThéoTeX Éditions - theotex.org