Septante (AT)
2 Maccabées 13:15
15ἀναδοὺς δὲ τοῖς περὶ αὐτὸν σύνθημα ϡθεοῦ νίκηνϡ μετὰ νεανίσκων ἀρίστων κεκριμένων ἐπιβαλὼν νύκτωρ ἐπὶ τὴν βασιλικὴν αὐλὴν τὴν παρεμβολὴν ἀνεῖλεν εἰς ἄνδρας δισχιλίους, καὶ τὸν πρωτεύοντα τῶν ἐλεφάντων σὺν τῷ κατ οἰκίαν ὄντι συνεκέντησεν
Contexte de 2 Maccabées 13:15
13καθ ἑαυτὸν δὲ σὺν τοῖς πρεσβυτέροις γενόμενος ἐβουλεύσατο πρὶν εἰσβαλεῖν τοῦ βασιλέως τὸ στράτευμα εἰς τὴν Ιουδαίαν καὶ γενέσθαι τῆς πόλεως ἐγκρατεῖς ἐξελθόντας κρῖναι τὰ πράγματα τῇ τοῦ θεοῦ βοηθείᾳ. 14δοὺς δὲ τὴν ἐπιτροπὴν τῷ κτίστῃ τοῦ κόσμου παρακαλέσας τοὺς σὺν αὐτῷ γενναίως ἀγωνίσασθαι μέχρι θανάτου περὶ νόμων, ἱεροῦ, πόλεως, πατρίδος, πολιτείας· περὶ δὲ Μωδειν ἐποιήσατο τὴν στρατοπεδείαν. ἀναδοὺς δὲ τοῖς περὶ αὐτὸν σύνθημα ϡθεοῦ νίκηνϡ μετὰ νεανίσκων ἀρίστων κεκριμένων ἐπιβαλὼν νύκτωρ ἐπὶ τὴν βασιλικὴν αὐλὴν τὴν παρεμβολὴν ἀνεῖλεν εἰς ἄνδρας δισχιλίους, καὶ τὸν πρωτεύοντα τῶν ἐλεφάντων σὺν τῷ κατ οἰκίαν ὄντι συνεκέντησεν 16καὶ τὸ τέλος τὴν παρεμβολὴν δέους καὶ ταραχῆς ἐπλήρωσαν καὶ ἐξέλυσαν εὐημεροῦντες· 17ὑποφαινούσης δὲ ἤδη τῆς ἡμέρας τοῦτο ἐγεγόνει διὰ τὴν ἐπαρήγουσαν αὐτῷ τοῦ κυρίου σκέπην.
Lire 2 Maccabées 13 en entierSeptante (AT) — Texte grec-français édité par ThéoTeX Éditions - theotex.org