Septante (AT)

2 Maccabées 11:8

8αὐτόθι δὲ πρὸς τοῖς Ιεροσολύμοις ὄντων ἐφάνη προηγούμενος αὐτῶν ἔφιππος ἐν λευκῇ ἐσθῆτι πανοπλίαν χρυσῆν κραδαίνων.

Contexte de 2 Maccabées 11:8

6ὡς δὲ μετέλαβον οἱ περὶ τὸν Μακκαβαῖον πολιορκοῦντα αὐτὸν τὰ ὀχυρώματα, μετὰ ὀδυρμῶν καὶ δακρύων ἱκέτευον σὺν τοῖς ὄχλοις τὸν κύριον ἀγαθὸν ἄγγελον ἀποστεῖλαι πρὸς σωτηρίαν τῷ Ισραηλ. 7αὐτὸς δὲ πρῶτος ὁ Μακκαβαῖος ἀναλαβὼν τὰ ὅπλα προετρέψατο τοὺς ἄλλους ἅμα αὐτῷ διακινδυνεύοντας ἐπιβοηθεῖν τοῖς ἀδελφοῖς αὐτῶν· ὁμοῦ δὲ καὶ προθύμως ἐξώρμησαν. αὐτόθι δὲ πρὸς τοῖς Ιεροσολύμοις ὄντων ἐφάνη προηγούμενος αὐτῶν ἔφιππος ἐν λευκῇ ἐσθῆτι πανοπλίαν χρυσῆν κραδαίνων. 9ὁμοῦ δὲ πάντες εὐλόγησαν τὸν ἐλεήμονα θεὸν καὶ ἐπερρώσθησαν ταῖς ψυχαῖς οὐ μόνον ἀνθρώπους, θῆρας δὲ τοὺς ἀγριωτάτους καὶ σιδηρᾶ τείχη τιτρώσκειν ὄντες ἕτοιμοι. 10προῆγον ἐν διασκευῇ τὸν ἀπ οὐρανοῦ σύμμαχον ἔχοντες ἐλεήσαντος αὐτοὺς τοῦ κυρίου.

Lire 2 Maccabées 11 en entier

Septante (AT) — Texte grec-français édité par ThéoTeX Éditions - theotex.org