Septante (AT)

2 Maccabées 11:4

4οὐδαμῶς ἐπιλογιζόμενος τὸ τοῦ θεοῦ κράτος, πεφρενωμένος δὲ ταῖς μυριάσιν τῶν πεζῶν καὶ ταῖς χιλιάσιν τῶν ἱππέων καὶ τοῖς ἐλέφασιν τοῖς ὀγδοήκοντα.

Contexte de 2 Maccabées 11:4

2συναθροίσας περὶ τὰς ὀκτὼ μυριάδας καὶ τὴν ἵππον ἅπασαν παρεγίνετο ἐπὶ τοὺς Ιουδαίους λογιζόμενος τὴν μὲν πόλιν Ἕλλησιν οἰκητήριον ποιήσειν, 3τὸ δὲ ἱερὸν ἀργυρολόγητον, καθὼς τὰ λοιπὰ τῶν ἐθνῶν τεμένη, πρατὴν δὲ κατὰ ἔτος τὴν ἀρχιερωσύνην ποιήσειν, οὐδαμῶς ἐπιλογιζόμενος τὸ τοῦ θεοῦ κράτος, πεφρενωμένος δὲ ταῖς μυριάσιν τῶν πεζῶν καὶ ταῖς χιλιάσιν τῶν ἱππέων καὶ τοῖς ἐλέφασιν τοῖς ὀγδοήκοντα. 5εἰσελθὼν δὲ εἰς τὴν Ιουδαίαν καὶ συνεγγίσας Βαιθσουρα ὄντι μὲν ἐρυμνῷ χωρίῳ, Ιεροσολύμων δὲ ἀπέχοντι ὡσεὶ σταδίους πέντε τοῦτο ἔθλιβεν. 6ὡς δὲ μετέλαβον οἱ περὶ τὸν Μακκαβαῖον πολιορκοῦντα αὐτὸν τὰ ὀχυρώματα, μετὰ ὀδυρμῶν καὶ δακρύων ἱκέτευον σὺν τοῖς ὄχλοις τὸν κύριον ἀγαθὸν ἄγγελον ἀποστεῖλαι πρὸς σωτηρίαν τῷ Ισραηλ.

Lire 2 Maccabées 11 en entier

Septante (AT) — Texte grec-français édité par ThéoTeX Éditions - theotex.org