Septante (AT)

2 Maccabées 11:16

16Ἦσαν γὰρ αἱ γεγραμμέναι τοῖς Ιουδαίοις ἐπιστολαὶ παρὰ μὲν Λυσίου περιέχουσαι τὸν τρόπον τοῦτον Λυσίας τῷ πλήθει τῶν Ιουδαίων χαίρειν.

Contexte de 2 Maccabées 11:16

14προσαποστείλας ἔπεισεν συλλύεσθαι ἐπὶ πᾶσι τοῖς δικαίοις, καὶ διότι καὶ τὸν βασιλέα πείσει φίλον αὐτοῖς ἀναγκάζων γενέσθαι. 15ἐπένευσεν δὲ ὁ Μακκαβαῖος ἐπὶ πᾶσιν, οἷς ὁ Λυσίας παρεκάλει, τοῦ συμφέροντος φροντίζων· ὅσα γὰρ ὁ Μακκαβαῖος ἐπέδωκεν τῷ Λυσίᾳ διὰ γραπτῶν περὶ τῶν Ιουδαίων, συνεχώρησεν ὁ βασιλεύς. Ἦσαν γὰρ αἱ γεγραμμέναι τοῖς Ιουδαίοις ἐπιστολαὶ παρὰ μὲν Λυσίου περιέχουσαι τὸν τρόπον τοῦτον Λυσίας τῷ πλήθει τῶν Ιουδαίων χαίρειν. 17Ιωαννης καὶ Αβεσσαλωμ οἱ πεμφθέντες παρ ὑμῶν ἐπιδόντες τὸν ὑπογεγραμμένον χρηματισμὸν ἠξίουν περὶ τῶν δι αὐτοῦ σημαινομένων. 18ὅσα μὲν οὖν ἔδει καὶ τῷ βασιλεῖ προσενεχθῆναι, διεσάφησα· ἃ δὲ ἦν ἐνδεχόμενα, συνεχώρησεν.

Lire 2 Maccabées 11 en entier

Septante (AT) — Texte grec-français édité par ThéoTeX Éditions - theotex.org