Septante (AT)

2 Maccabées 10:30

30οἳ καὶ τὸν Μακκαβαῖον μέσον λαβόντες καὶ σκεπάζοντες ταῖς ἑαυτῶν πανοπλίαις ἄτρωτον διεφύλαττον, εἰς δὲ τοὺς ὑπεναντίους τοξεύματα καὶ κεραυνοὺς ἐξερρίπτουν, διὸ συγχυθέντες ἀορασίᾳ διεκόπτοντο ταραχῆς πεπληρωμένοι.

Contexte de 2 Maccabées 10:30

28ἄρτι δὲ τῆς ἀνατολῆς διαχεομένης προσέβαλον ἑκάτεροι, οἱ μὲν ἔγγυον ἔχοντες εὐημερίας καὶ νίκης μετὰ ἀρετῆς τὴν ἐπὶ τὸν κύριον καταφυγήν, οἱ δὲ καθηγεμόνα τῶν ἀγώνων ταττόμενοι τὸν θυμόν. 29γενομένης δὲ καρτερᾶς μάχης ἐφάνησαν τοῖς ὑπεναντίοις ἐξ οὐρανοῦ ἐφ ἵππων χρυσοχαλίνων ἄνδρες πέντε διαπρεπεῖς, καὶ ἀφηγούμενοι τῶν Ιουδαίων, οἳ καὶ τὸν Μακκαβαῖον μέσον λαβόντες καὶ σκεπάζοντες ταῖς ἑαυτῶν πανοπλίαις ἄτρωτον διεφύλαττον, εἰς δὲ τοὺς ὑπεναντίους τοξεύματα καὶ κεραυνοὺς ἐξερρίπτουν, διὸ συγχυθέντες ἀορασίᾳ διεκόπτοντο ταραχῆς πεπληρωμένοι. 31κατεσφάγησαν δὲ δισμύριοι πρὸς τοῖς πεντακοσίοις, ἱππεῖς δὲ ἑξακόσιοι. 32αὐτὸς δὲ ὁ Τιμόθεος συνέφυγεν εἰς Γαζαρα λεγόμενον ὀχύρωμα, εὖ μάλα φρούριον, στρατηγοῦντος ἐκεῖ Χαιρεου.

Lire 2 Maccabées 10 en entier

Septante (AT) — Texte grec-français édité par ThéoTeX Éditions - theotex.org