Septante (AT)

1 Maccabées 9:52

52καὶ ὠχύρωσεν τὴν πόλιν τὴν Βαιθσουραν καὶ Γαζαρα καὶ τὴν ἄκραν καὶ ἔθετο ἐν αὐταῖς δυνάμεις καὶ παραθέσεις βρωμάτων.

Contexte de 1 Maccabées 9:52

50καὶ ἐπέστρεψεν εἰς Ιερουσαλημ, καὶ ᾠκοδόμησαν πόλεις ὀχυρὰς ἐν τῇ Ιουδαίᾳ, τὸ ὀχύρωμα τὸ ἐν Ιεριχω καὶ τὴν Αμμαους καὶ τὴν Βαιθωρων καὶ τὴν Βαιθηλ καὶ τὴν Θαμναθα Φαραθων καὶ τὴν Τεφων, ἐν τείχεσιν ὑψηλοῖς καὶ πύλαις καὶ μοχλοῖς· 51καὶ ἔθετο φρουρὰν ἐν αὐτοῖς τοῦ ἐχθραίνειν τῷ Ισραηλ. καὶ ὠχύρωσεν τὴν πόλιν τὴν Βαιθσουραν καὶ Γαζαρα καὶ τὴν ἄκραν καὶ ἔθετο ἐν αὐταῖς δυνάμεις καὶ παραθέσεις βρωμάτων. 53καὶ ἔλαβεν τοὺς υἱοὺς τῶν ἡγουμένων τῆς χώρας ὅμηρα καὶ ἔθετο αὐτοὺς ἐν τῇ ἄκρᾳ ἐν Ιερουσαλημ ἐν φυλακῇ. 54Καὶ ἐν ἔτει τρίτῳ καὶ πεντηκοστῷ καὶ ἑκατοστῷ τῷ μηνὶ τῷ δευτέρῳ ἐπέταξεν Ἄλκιμος καθαιρεῖν τὸ τεῖχος τῆς αὐλῆς τῶν ἁγίων τῆς ἐσωτέρας· καὶ καθεῖλεν τὰ ἔργα τῶν προφητῶν καὶ ἐνήρξατο τοῦ καθαιρεῖν.

Lire 1 Maccabées 9 en entier

Septante (AT) — Texte grec-français édité par ThéoTeX Éditions - theotex.org