Septante (AT)

1 Maccabées 9:41

41καὶ μετεστράφη ὁ γάμος εἰς πένθος καὶ φωνὴ μουσικῶν αὐτῶν εἰς θρῆνον.

Contexte de 1 Maccabées 9:41

39καὶ ἦραν τοὺς ὀφθαλμοὺς αὐτῶν καὶ εἶδον καὶ ἰδοὺ θροῦς καὶ ἀποσκευὴ πολλή, καὶ ὁ νυμφίος ἐξῆλθεν καὶ οἱ φίλοι αὐτοῦ καὶ οἱ ἀδελφοὶ αὐτοῦ εἰς συνάντησιν αὐτῶν μετὰ τυμπάνων καὶ μουσικῶν καὶ ὅπλων πολλῶν. 40καὶ ἐξανέστησαν ἐπ αὐτοὺς ἀπὸ τοῦ ἐνέδρου καὶ ἀπέκτειναν αὐτούς, καὶ ἔπεσον τραυματίαι πολλοί, καὶ οἱ ἐπίλοιποι ἔφυγον εἰς τὸ ὄρος· καὶ ἔλαβον πάντα τὰ σκῦλα αὐτῶν. καὶ μετεστράφη ὁ γάμος εἰς πένθος καὶ φωνὴ μουσικῶν αὐτῶν εἰς θρῆνον. 42καὶ ἐξεδίκησαν τὴν ἐκδίκησιν αἵματος ἀδελφοῦ αὐτῶν καὶ ἀπέστρεψαν εἰς τὸ ἕλος τοῦ Ιορδάνου. 43καὶ ἤκουσεν Βακχίδης καὶ ἦλθεν τῇ ἡμέρᾳ τῶν σαββάτων ἕως τῶν κρηπίδων τοῦ Ιορδάνου ἐν δυνάμει πολλῇ.

Lire 1 Maccabées 9 en entier

Septante (AT) — Texte grec-français édité par ThéoTeX Éditions - theotex.org