Septante (AT)

1 Maccabées 7:44

44ὡς δὲ εἶδεν ἡ παρεμβολὴ αὐτοῦ ὅτι ἔπεσεν Νικάνωρ, ῥίψαντες τὰ ὅπλα ἔφυγον.

Contexte de 1 Maccabées 7:44

42οὕτως σύντριψον τὴν παρεμβολὴν ταύτην ἐνώπιον ἡμῶν σήμερον, καὶ γνώτωσαν οἱ ἐπίλοιποι ὅτι κακῶς ἐλάλησεν ἐπὶ τὰ ἅγιά σου, καὶ κρῖνον αὐτὸν κατὰ τὴν κακίαν αὐτοῦ. 43καὶ συνῆψαν αἱ παρεμβολαὶ εἰς πόλεμον τῇ τρισκαιδεκάτῃ τοῦ μηνὸς Αδαρ, καὶ συνετρίβη ἡ παρεμβολὴ Νικάνορος, καὶ ἔπεσεν αὐτὸς πρῶτος ἐν τῷ πολέμῳ. ὡς δὲ εἶδεν ἡ παρεμβολὴ αὐτοῦ ὅτι ἔπεσεν Νικάνωρ, ῥίψαντες τὰ ὅπλα ἔφυγον. 45καὶ κατεδίωκον αὐτοὺς ὁδὸν ἡμέρας μιᾶς ἀπὸ Αδασα ἕως τοῦ ἐλθεῖν εἰς Γαζηρα καὶ ἐσάλπιζον ὀπίσω αὐτῶν ταῖς σάλπιγξιν τῶν σημασιῶν. 46καὶ ἐξῆλθον ἐκ πασῶν τῶν κωμῶν τῆς Ιουδαίας κυκλόθεν καὶ ὑπερεκέρων αὐτούς, καὶ ἀπέστρεφον οὗτοι πρὸς τούτους, καὶ ἔπεσον πάντες ῥομφαίᾳ, καὶ οὐ κατελείφθη ἐξ αὐτῶν οὐδὲ εἷς.

Lire 1 Maccabées 7 en entier

Septante (AT) — Texte grec-français édité par ThéoTeX Éditions - theotex.org