Septante (AT)

1 Maccabées 7:25

25ὡς δὲ εἶδεν Ἄλκιμος ὅτι ἐνίσχυσεν Ιουδας καὶ οἱ μετ αὐτοῦ, καὶ ἔγνω ὅτι οὐ δύναται ὑποστῆναι αὐτούς, καὶ ἐπέστρεψεν πρὸς τὸν βασιλέα καὶ κατηγόρησεν αὐτῶν πονηρά.

Contexte de 1 Maccabées 7:25

23καὶ εἶδεν Ιουδας πᾶσαν τὴν κακίαν, ἣν ἐποίησεν Ἄλκιμος καὶ οἱ μετ αὐτοῦ ἐν υἱοῖς Ισραηλ ὑπὲρ τὰ ἔθνη, 24καὶ ἐξῆλθεν εἰς πάντα τὰ ὅρια τῆς Ιουδαίας κυκλόθεν καὶ ἐποίησεν ἐκδίκησιν ἐν τοῖς ἀνδράσιν τοῖς αὐτομολήσασιν, καὶ ἀνεστάλησαν τοῦ ἐκπορεύεσθαι εἰς τὴν χώραν. ὡς δὲ εἶδεν Ἄλκιμος ὅτι ἐνίσχυσεν Ιουδας καὶ οἱ μετ αὐτοῦ, καὶ ἔγνω ὅτι οὐ δύναται ὑποστῆναι αὐτούς, καὶ ἐπέστρεψεν πρὸς τὸν βασιλέα καὶ κατηγόρησεν αὐτῶν πονηρά. 26Καὶ ἀπέστειλεν ὁ βασιλεὺς Νικάνορα ἕνα τῶν ἀρχόντων αὐτοῦ τῶν ἐνδόξων καὶ μισοῦντα καὶ ἐχθραίνοντα τῷ Ισραηλ καὶ ἐνετείλατο αὐτῷ ἐξᾶραι τὸν λαόν. 27καὶ ἦλθεν Νικάνωρ εἰς Ιερουσαλημ δυνάμει πολλῇ, καὶ ἀπέστειλεν πρὸς Ιουδαν καὶ τοὺς ἀδελφοὺς αὐτοῦ μετὰ δόλου λόγοις εἰρηνικοῖς λέγων

Lire 1 Maccabées 7 en entier

Septante (AT) — Texte grec-français édité par ThéoTeX Éditions - theotex.org