Septante (AT)
1 Maccabées 6:50
50καὶ κατελάβετο ὁ βασιλεὺς τὴν Βαιθσουραν καὶ ἀπέταξεν ἐκεῖ φρουρὰν τηρεῖν αὐτήν.
Contexte de 1 Maccabées 6:50
48Οἱ δὲ ἐκ τῆς παρεμβολῆς τοῦ βασιλέως ἀνέβαινον εἰς συνάντησιν αὐτῶν εἰς Ιερουσαλημ, καὶ παρενέβαλεν ὁ βασιλεὺς εἰς τὴν Ιουδαίαν καὶ εἰς τὸ ὄρος Σιων. 49καὶ ἐποίησεν εἰρήνην μετὰ τῶν ἐκ Βαιθσουρων, καὶ ἐξῆλθον ἐκ τῆς πόλεως, ὅτι οὐκ ἦν αὐτοῖς ἐκεῖ διατροφὴ τοῦ συγκεκλεῖσθαι ἐν αὐτῇ, ὅτι σάββατον ἦν τῇ γῇ· καὶ κατελάβετο ὁ βασιλεὺς τὴν Βαιθσουραν καὶ ἀπέταξεν ἐκεῖ φρουρὰν τηρεῖν αὐτήν. 51καὶ παρενέβαλεν ἐπὶ τὸ ἁγίασμα ἡμέρας πολλὰς καὶ ἔστησεν ἐκεῖ βελοστάσεις καὶ μηχανὰς καὶ πυροβόλα καὶ λιθοβόλα καὶ σκορπίδια εἰς τὸ βάλλεσθαι βέλη καὶ σφενδόνας. 52καὶ ἐποίησαν καὶ αὐτοὶ μηχανὰς πρὸς τὰς μηχανὰς αὐτῶν καὶ ἐπολέμησαν ἡμέρας πολλάς.
Lire 1 Maccabées 6 en entierSeptante (AT) — Texte grec-français édité par ThéoTeX Éditions - theotex.org