Septante (AT)

1 Maccabées 6:37

37καὶ πύργοι ξύλινοι ἐπ αὐτοὺς ὀχυροὶ σκεπαζόμενοι ἐφ ἑκάστου θηρίου ἐζωσμένοι ἐπ αὐτοῦ μηχαναῖς, καὶ ἐφ ἑκάστου ἄνδρες δυνάμεως τέσσαρες οἱ πολεμοῦντες ἐπ αὐτοῖς καὶ ὁ Ἰνδὸς αὐτοῦ.

Contexte de 1 Maccabées 6:37

35καὶ διεῖλον τὰ θηρία εἰς τὰς φάλαγγας καὶ παρέστησαν ἑκάστῳ ἐλέφαντι χιλίους ἄνδρας τεθωρακισμένους ἐν ἁλυσιδωτοῖς, καὶ περικεφαλαῖαι χαλκαῖ ἐπὶ τῶν κεφαλῶν αὐτῶν, καὶ πεντακοσία ἵππος διατεταγμένη ἑκάστῳ θηρίῳ ἐκλελεγμένη· 36οὗτοι πρὸ καιροῦ οὗ ἂν ᾖ τὸ θηρίον ἦσαν καὶ οὗ ἐὰν ἐπορεύετο ἐπορεύοντο ἅμα, οὐκ ἀφίσταντο ἀπ αὐτοῦ. καὶ πύργοι ξύλινοι ἐπ αὐτοὺς ὀχυροὶ σκεπαζόμενοι ἐφ ἑκάστου θηρίου ἐζωσμένοι ἐπ αὐτοῦ μηχαναῖς, καὶ ἐφ ἑκάστου ἄνδρες δυνάμεως τέσσαρες οἱ πολεμοῦντες ἐπ αὐτοῖς καὶ ὁ Ἰνδὸς αὐτοῦ. 38καὶ τὴν ἐπίλοιπον ἵππον ἔνθεν καὶ ἔνθεν ἔστησεν ἐπὶ τὰ δύο μέρη τῆς παρεμβολῆς, κατασείοντες καὶ καταφρασσόμενοι ἐν ταῖς φάλαγξιν. 39ὡς δὲ ἔστιλβεν ὁ ἥλιος ἐπὶ τὰς χρυσᾶς καὶ χαλκᾶς ἀσπίδας, ἔστιλβεν τὰ ὄρη ἀπ αὐτῶν καὶ κατηύγαζεν ὡς λαμπάδες πυρός.

Lire 1 Maccabées 6 en entier

Septante (AT) — Texte grec-français édité par ThéoTeX Éditions - theotex.org