Septante (AT)

1 Maccabées 5:58

58καὶ παρήγγειλεν τοῖς ἀπὸ τῆς δυνάμεως τῆς μετ αὐτῶν, καὶ ἐπορεύθησαν ἐπὶ Ιάμνειαν.

Contexte de 1 Maccabées 5:58

56ἤκουσεν Ιωσηφ ὁ τοῦ Ζαχαριου καὶ Αζαριας ἄρχοντες τῆς δυνάμεως τῶν ἀνδραγαθιῶν καὶ τοῦ πολέμου, οἷα ἐποίησαν, 57καὶ εἶπον Ποιήσωμεν καὶ αὐτοὶ ἑαυτοῖς ὄνομα καὶ πορευθῶμεν πολεμῆσαι πρὸς τὰ ἔθνη τὰ κύκλῳ ἡμῶν. καὶ παρήγγειλεν τοῖς ἀπὸ τῆς δυνάμεως τῆς μετ αὐτῶν, καὶ ἐπορεύθησαν ἐπὶ Ιάμνειαν. 59καὶ ἐξῆλθεν Γοργίας ἐκ τῆς πόλεως καὶ οἱ ἄνδρες αὐτοῦ εἰς συνάντησιν αὐτοῖς εἰς πόλεμον. 60καὶ ἐτροπώθη Ιωσηπος καὶ Αζαριας, καὶ ἐδιώχθησαν ἕως τῶν ὁρίων τῆς Ιουδαίας, καὶ ἔπεσον ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἐκ τοῦ λαοῦ Ισραηλ εἰς δισχιλίους ἄνδρας.

Lire 1 Maccabées 5 en entier

Dans les dictionnaires

Septante (AT) — Texte grec-français édité par ThéoTeX Éditions - theotex.org