Septante (AT)
1 Maccabées 5:47
47καὶ ἀπέκλεισαν αὐτοὺς οἱ ἐκ τῆς πόλεως καὶ ἐνέφραξαν τὰς πύλας λίθοις.
Contexte de 1 Maccabées 5:47
45καὶ συνήγαγεν Ιουδας πάντα Ισραηλ τοὺς ἐν τῇ Γαλααδίτιδι ἀπὸ μικροῦ ἕως μεγάλου καὶ τὰς γυναῖκας αὐτῶν καὶ τὰ τέκνα αὐτῶν καὶ τὴν ἀποσκευήν, παρεμβολὴν μεγάλην σφόδρα, ἐλθεῖν εἰς γῆν Ιουδα. 46καὶ ἦλθον ἕως Εφρων, καὶ αὕτη πόλις μεγάλη ἐπὶ τῆς ὁδοῦ ὀχυρὰ σφόδρα, οὐκ ἦν ἐκκλῖναι ἀπ αὐτῆς δεξιὰν ἢ ἀριστεράν, ἀλλ ἢ διὰ μέσου αὐτῆς πορεύεσθαι· καὶ ἀπέκλεισαν αὐτοὺς οἱ ἐκ τῆς πόλεως καὶ ἐνέφραξαν τὰς πύλας λίθοις. 48καὶ ἀπέστειλεν πρὸς αὐτοὺς Ιουδας λόγοις εἰρηνικοῖς λέγων Διελευσόμεθα διὰ τῆς γῆς σου τοῦ ἀπελθεῖν εἰς τὴν γῆν ἡμῶν, καὶ οὐδεὶς κακοποιήσει ὑμᾶς, πλὴν τοῖς ποσὶν παρελευσόμεθα. καὶ οὐκ ἠβούλοντο ἀνοῖξαι αὐτῷ. 49καὶ ἐπέταξεν Ιουδας κηρύξαι ἐν τῇ παρεμβολῇ τοῦ παρεμβαλεῖν ἕκαστον ἐν ᾧ ἐστιν τόπῳ·
Lire 1 Maccabées 5 en entierDans les dictionnaires
Septante (AT) — Texte grec-français édité par ThéoTeX Éditions - theotex.org