Septante (AT)
1 Maccabées 4:17
17καὶ εἶπεν πρὸς τὸν λαόν Μὴ ἐπιθυμήσητε τῶν σκύλων, ὅτι πόλεμος ἐξ ἐναντίας ἡμῶν,
Contexte de 1 Maccabées 4:17
15οἱ δὲ ἔσχατοι πάντες ἔπεσον ἐν ῥομφαίᾳ. καὶ ἐδίωξαν αὐτοὺς ἕως Γαζηρων καὶ ἕως τῶν πεδίων τῆς Ιδουμαίας καὶ Ἀζώτου καὶ Ιαμνείας, καὶ ἔπεσαν ἐξ αὐτῶν εἰς ἄνδρας τρισχιλίους. 16καὶ ἀπέστρεψεν Ιουδας καὶ ἡ δύναμις ἀπὸ τοῦ διώκειν ὄπισθεν αὐτῶν καὶ εἶπεν πρὸς τὸν λαόν Μὴ ἐπιθυμήσητε τῶν σκύλων, ὅτι πόλεμος ἐξ ἐναντίας ἡμῶν, 18καὶ Γοργίας καὶ ἡ δύναμις ἐν τῷ ὄρει ἐγγὺς ἡμῶν· ἀλλὰ στῆτε νῦν ἐναντίον τῶν ἐχθρῶν ἡμῶν καὶ πολεμήσατε αὐτούς, καὶ μετὰ ταῦτα λάβετε τὰ σκῦλα μετὰ παρρησίας. 19ἔτι πληροῦντος Ιουδου ταῦτα μέρος τι ὤφθη ἐκκύπτον ἐκ τοῦ ὄρους·
Lire 1 Maccabées 4 en entierSeptante (AT) — Texte grec-français édité par ThéoTeX Éditions - theotex.org