Septante (AT)
1 Maccabées 3:11
11καὶ ἔγνω Ιουδας καὶ ἐξῆλθεν εἰς συνάντησιν αὐτῷ καὶ ἐπάταξεν αὐτὸν καὶ ἀπέκτεινεν· καὶ ἔπεσον τραυματίαι πολλοί, καὶ οἱ ἐπίλοιποι ἔφυγον.
Contexte de 1 Maccabées 3:11
9καὶ ὠνομάσθη ἕως ἐσχάτου γῆς καὶ συνήγαγεν ἀπολλυμένους. 10Καὶ συνήγαγεν Ἀπολλώνιος ἔθνη καὶ ἀπὸ Σαμαρείας δύναμιν μεγάλην τοῦ πολεμῆσαι πρὸς τὸν Ισραηλ. καὶ ἔγνω Ιουδας καὶ ἐξῆλθεν εἰς συνάντησιν αὐτῷ καὶ ἐπάταξεν αὐτὸν καὶ ἀπέκτεινεν· καὶ ἔπεσον τραυματίαι πολλοί, καὶ οἱ ἐπίλοιποι ἔφυγον. 12καὶ ἔλαβον τὰ σκῦλα αὐτῶν, καὶ τὴν μάχαιραν Ἀπολλωνίου ἔλαβεν Ιουδας καὶ ἦν πολεμῶν ἐν αὐτῇ πάσας τὰς ἡμέρας. 13καὶ ἤκουσεν Σήρων ὁ ἄρχων τῆς δυνάμεως Συρίας ὅτι ἤθροισεν Ιουδας ἄθροισμα καὶ ἐκκλησίαν πιστῶν μετ αὐτοῦ καὶ ἐκπορευομένων εἰς πόλεμον,
Lire 1 Maccabées 3 en entierDans les dictionnaires
Septante (AT) — Texte grec-français édité par ThéoTeX Éditions - theotex.org