Septante (AT)
1 Maccabées 2:21
21ἵλεως ἡμῖν καταλιπεῖν νόμον καὶ δικαιώματα·
Contexte de 1 Maccabées 2:21
19καὶ ἀπεκρίθη Ματταθιας καὶ εἶπεν φωνῇ μεγάλῃ Εἰ πάντα τὰ ἔθνη τὰ ἐν οἴκῳ τῆς βασιλείας τοῦ βασιλέως ἀκούουσιν αὐτοῦ ἀποστῆναι ἕκαστος ἀπὸ λατρείας πατέρων αὐτοῦ καὶ ᾑρετίσαντο ἐν ταῖς ἐντολαῖς αὐτοῦ, 20κἀγὼ καὶ οἱ υἱοί μου καὶ οἱ ἀδελφοί μου πορευσόμεθα ἐν διαθήκῃ πατέρων ἡμῶν· ἵλεως ἡμῖν καταλιπεῖν νόμον καὶ δικαιώματα· 22τῶν λόγων τοῦ βασιλέως οὐκ ἀκουσόμεθα παρελθεῖν τὴν λατρείαν ἡμῶν δεξιὰν ἢ ἀριστεράν. 23καὶ ὡς ἐπαύσατο λαλῶν τοὺς λόγους τούτους, προσῆλθεν ἀνὴρ Ιουδαῖος ἐν ὀφθαλμοῖς πάντων θυσιάσαι ἐπὶ τοῦ βωμοῦ ἐν Μωδειν κατὰ τὸ πρόσταγμα τοῦ βασιλέως.
Lire 1 Maccabées 2 en entierSeptante (AT) — Texte grec-français édité par ThéoTeX Éditions - theotex.org