Septante (AT)
1 Maccabées 2:16
16καὶ πολλοὶ ἀπὸ Ισραηλ πρὸς αὐτοὺς προσῆλθον· καὶ Ματταθιας καὶ οἱ υἱοὶ αὐτοῦ συνήχθησαν.
Contexte de 1 Maccabées 2:16
14καὶ διέρρηξεν Ματταθιας καὶ οἱ υἱοὶ αὐτοῦ τὰ ἱμάτια αὐτῶν καὶ περιεβάλοντο σάκκους καὶ ἐπένθησαν σφόδρα. 15Καὶ ἦλθον οἱ παρὰ τοῦ βασιλέως οἱ καταναγκάζοντες τὴν ἀποστασίαν εἰς Μωδειν τὴν πόλιν, ἵνα θυσιάσωσιν. καὶ πολλοὶ ἀπὸ Ισραηλ πρὸς αὐτοὺς προσῆλθον· καὶ Ματταθιας καὶ οἱ υἱοὶ αὐτοῦ συνήχθησαν. 17καὶ ἀπεκρίθησαν οἱ παρὰ τοῦ βασιλέως καὶ εἶπον τῷ Ματταθια λέγοντες Ἄρχων καὶ ἔνδοξος καὶ μέγας εἶ ἐν τῇ πόλει ταύτῃ καὶ ἐστηρισμένος υἱοῖς καὶ ἀδελφοῖς· 18νῦν πρόσελθε πρῶτος καὶ ποίησον τὸ πρόσταγμα τοῦ βασιλέως, ὡς ἐποίησαν πάντα τὰ ἔθνη καὶ οἱ ἄνδρες Ιουδα καὶ οἱ καταλειφθέντες ἐν Ιερουσαλημ, καὶ ἔσῃ σὺ καὶ οἱ υἱοί σου τῶν φίλων τοῦ βασιλέως, καὶ σὺ καὶ οἱ υἱοί σου δοξασθήσεσθε ἀργυρίῳ καὶ χρυσίῳ καὶ ἀποστολαῖς πολλαῖς.
Lire 1 Maccabées 2 en entierSeptante (AT) — Texte grec-français édité par ThéoTeX Éditions - theotex.org