Septante (AT)

1 Maccabées 16:1

1Καὶ ἀνέβη Ιωαννης ἐκ Γαζαρων καὶ ἀπήγγειλεν Σιμωνι τῷ πατρὶ αὐτοῦ ἃ συνετέλεσεν Κενδεβαῖος.

Contexte de 1 Maccabées 16:1

Καὶ ἀνέβη Ιωαννης ἐκ Γαζαρων καὶ ἀπήγγειλεν Σιμωνι τῷ πατρὶ αὐτοῦ ἃ συνετέλεσεν Κενδεβαῖος. 2καὶ ἐκάλεσεν Σιμων τοὺς δύο υἱοὺς αὐτοῦ τοὺς πρεσβυτέρους Ιουδαν καὶ Ιωαννην καὶ εἶπεν αὐτοῖς Ἐγὼ καὶ οἱ ἀδελφοί μου καὶ ὁ οἶκος τοῦ πατρός μου ἐπολεμήσαμεν τοὺς πολέμους Ισραηλ ἀπὸ νεότητος ἕως τῆς σήμερον ἡμέρας, καὶ εὐοδώθη ἐν ταῖς χερσὶν ἡμῶν ῥύσασθαι τὸν Ισραηλ πλεονάκις· 3νυνὶ δὲ γεγήρακα, καὶ ὑμεῖς δὲ ἐν τῷ ἐλέει ἱκανοί ἐστε ἐν τοῖς ἔτεσιν· γίνεσθε ἀντ ἐμοῦ καὶ τοῦ ἀδελφοῦ μου καὶ ἐξελθόντες ὑπερμαχεῖτε ὑπὲρ τοῦ ἔθνους ἡμῶν, ἡ δὲ ἐκ τοῦ οὐρανοῦ βοήθεια ἔστω μεθ ὑμῶν.

Lire 1 Maccabées 16 en entier

Septante (AT) — Texte grec-français édité par ThéoTeX Éditions - theotex.org