Septante (AT)
1 Maccabées 15:30
30νῦν οὖν παράδοτε τὰς πόλεις, ἃς κατελάβεσθε, καὶ τοὺς φόρους τῶν τόπων, ὧν κατεκυριεύσατε ἐκτὸς τῶν ὁρίων τῆς Ιουδαίας.
Contexte de 1 Maccabées 15:30
28καὶ ἀπέστειλεν πρὸς αὐτὸν Ἀθηνόβιον ἕνα τῶν φίλων αὐτοῦ κοινολογησόμενον αὐτῷ λέγων Ὑμεῖς κατακρατεῖτε τῆς Ιοππης καὶ Γαζαρων καὶ τῆς ἄκρας τῆς ἐν Ιερουσαλημ, πόλεις τῆς βασιλείας μου. 29τὰ ὅρια αὐτῶν ἠρημώσατε καὶ ἐποιήσατε πληγὴν μεγάλην ἐπὶ τῆς γῆς καὶ ἐκυριεύσατε τόπων πολλῶν ἐν τῇ βασιλείᾳ μου. νῦν οὖν παράδοτε τὰς πόλεις, ἃς κατελάβεσθε, καὶ τοὺς φόρους τῶν τόπων, ὧν κατεκυριεύσατε ἐκτὸς τῶν ὁρίων τῆς Ιουδαίας. 31εἰ δὲ μή, δότε ἀντ αὐτῶν πεντακόσια τάλαντα ἀργυρίου καὶ τῆς καταφθορᾶς, ἧς κατεφθάρκατε, καὶ τῶν φόρων τῶν πόλεων ἄλλα τάλαντα πεντακόσια· εἰ δὲ μή, παραγενόμενοι ἐκπολεμήσομεν ὑμᾶς. 32καὶ ἦλθεν Ἀθηνόβιος ὁ φίλος τοῦ βασιλέως εἰς Ιερουσαλημ καὶ εἶδεν τὴν δόξαν Σιμωνος καὶ κυλικεῖον μετὰ χρυσωμάτων καὶ ἀργυρωμάτων καὶ παράστασιν ἱκανὴν καὶ ἐξίστατο καὶ ἀπήγγειλεν αὐτῷ τοὺς λόγους τοῦ βασιλέως.
Lire 1 Maccabées 15 en entierDans les dictionnaires
Septante (AT) — Texte grec-français édité par ThéoTeX Éditions - theotex.org