Septante (AT)

1 Maccabées 15:27

27καὶ οὐκ ἠβούλετο αὐτὰ δέξασθαι, ἀλλὰ ἠθέτησεν πάντα, ὅσα συνέθετο αὐτῷ τὸ πρότερον, καὶ ἠλλοτριοῦτο αὐτῷ.

Contexte de 1 Maccabées 15:27

25Ἀντίοχος δὲ ὁ βασιλεὺς παρενέβαλεν ἐπὶ Δωρα ἐν τῇ δευτέρᾳ προσάγων διὰ παντὸς αὐτῇ τὰς χεῖρας καὶ μηχανὰς ποιούμενος καὶ συνέκλεισεν τὸν Τρύφωνα τοῦ ἐκπορεύεσθαι καὶ εἰσπορεύεσθαι. 26καὶ ἀπέστειλεν αὐτῷ Σιμων δισχιλίους ἄνδρας ἐκλεκτοὺς συμμαχῆσαι αὐτῷ καὶ ἀργύριον καὶ χρυσίον καὶ σκεύη ἱκανά. καὶ οὐκ ἠβούλετο αὐτὰ δέξασθαι, ἀλλὰ ἠθέτησεν πάντα, ὅσα συνέθετο αὐτῷ τὸ πρότερον, καὶ ἠλλοτριοῦτο αὐτῷ. 28καὶ ἀπέστειλεν πρὸς αὐτὸν Ἀθηνόβιον ἕνα τῶν φίλων αὐτοῦ κοινολογησόμενον αὐτῷ λέγων Ὑμεῖς κατακρατεῖτε τῆς Ιοππης καὶ Γαζαρων καὶ τῆς ἄκρας τῆς ἐν Ιερουσαλημ, πόλεις τῆς βασιλείας μου. 29τὰ ὅρια αὐτῶν ἠρημώσατε καὶ ἐποιήσατε πληγὴν μεγάλην ἐπὶ τῆς γῆς καὶ ἐκυριεύσατε τόπων πολλῶν ἐν τῇ βασιλείᾳ μου.

Lire 1 Maccabées 15 en entier

Dans les dictionnaires

Septante (AT) — Texte grec-français édité par ThéoTeX Éditions - theotex.org