Septante (AT)
1 Maccabées 14:18
18ἔγραψαν πρὸς αὐτὸν δέλτοις χαλκαῖς τοῦ ἀνανεώσασθαι πρὸς αὐτὸν φιλίαν καὶ συμμαχίαν, ἣν ἔστησαν πρὸς Ιουδαν καὶ Ιωναθαν τοὺς ἀδελφοὺς αὐτοῦ.
Contexte de 1 Maccabées 14:18
16Καὶ ἠκούσθη ἐν Ῥώμῃ ὅτι ἀπέθανεν Ιωναθαν καὶ ἕως Σπάρτης, καὶ ἐλυπήθησαν σφόδρα. 17ὡς δὲ ἤκουσαν ὅτι Σιμων ὁ ἀδελφὸς αὐτοῦ γέγονεν ἀρχιερεὺς ἀντ αὐτοῦ καὶ αὐτὸς ἐπικρατεῖ τῆς χώρας καὶ τῶν πόλεων τῶν ἐν αὐτῇ, ἔγραψαν πρὸς αὐτὸν δέλτοις χαλκαῖς τοῦ ἀνανεώσασθαι πρὸς αὐτὸν φιλίαν καὶ συμμαχίαν, ἣν ἔστησαν πρὸς Ιουδαν καὶ Ιωναθαν τοὺς ἀδελφοὺς αὐτοῦ. 19καὶ ἀνεγνώσθησαν ἐνώπιον τῆς ἐκκλησίας ἐν Ιερουσαλημ. 20καὶ τοῦτο τὸ ἀντίγραφον τῶν ἐπιστολῶν, ὧν ἀπέστειλαν οἱ Σπαρτιᾶται Σπαρτιατῶν ἄρχοντες καὶ ἡ πόλις Σιμωνι ἱερεῖ μεγάλῳ καὶ τοῖς πρεσβυτέροις καὶ τοῖς ἱερεῦσιν καὶ τῷ λοιπῷ δήμῳ τῶν Ιουδαίων ἀδελφοῖς χαίρειν.
Lire 1 Maccabées 14 en entierSeptante (AT) — Texte grec-français édité par ThéoTeX Éditions - theotex.org