Septante (AT)

1 Maccabées 12:50

50καὶ ἐπέγνωσαν ὅτι συνελήμφθη καὶ ἀπόλωλεν καὶ οἱ μετ αὐτοῦ, καὶ παρεκάλεσαν ἑαυτοὺς καὶ ἐπορεύοντο συνεστραμμένοι ἕτοιμοι εἰς πόλεμον.

Contexte de 1 Maccabées 12:50

48ὡς δὲ εἰσῆλθεν Ιωναθαν εἰς Πτολεμαίδα, ἀπέκλεισαν οἱ Πτολεμαεῖς τὰς πύλας καὶ συνέλαβον αὐτόν, καὶ πάντας τοὺς συνεισελθόντας μετ αὐτοῦ ἀπέκτειναν ἐν ῥομφαίᾳ. 49καὶ ἀπέστειλεν Τρύφων δυνάμεις καὶ ἵππον εἰς τὴν Γαλιλαίαν καὶ τὸ πεδίον τὸ μέγα τοῦ ἀπολέσαι πάντας τοὺς παρὰ Ιωναθου. καὶ ἐπέγνωσαν ὅτι συνελήμφθη καὶ ἀπόλωλεν καὶ οἱ μετ αὐτοῦ, καὶ παρεκάλεσαν ἑαυτοὺς καὶ ἐπορεύοντο συνεστραμμένοι ἕτοιμοι εἰς πόλεμον. 51καὶ εἶδον οἱ διώκοντες ὅτι περὶ ψυχῆς αὐτοῖς ἐστιν, καὶ ἐπέστρεψαν. 52καὶ ἦλθον πάντες μετ εἰρήνης εἰς γῆν Ιουδα καὶ ἐπένθησαν τὸν Ιωναθαν καὶ τοὺς μετ αὐτοῦ καὶ ἐφοβήθησαν σφόδρα· καὶ ἐπένθησεν πᾶς Ισραηλ πένθος μέγα.

Lire 1 Maccabées 12 en entier

Septante (AT) — Texte grec-français édité par ThéoTeX Éditions - theotex.org