Septante (AT)
1 Maccabées 11:28
28καὶ ἠξίωσεν Ιωναθαν τὸν βασιλέα ποιῆσαι τὴν Ιουδαίαν ἀφορολόγητον καὶ τὰς τρεῖς τοπαρχίας καὶ τὴν Σαμαρῖτιν καὶ ἐπηγγείλατο αὐτῷ τάλαντα τριακόσια.
Contexte de 1 Maccabées 11:28
26καὶ ἐποίησεν αὐτῷ ὁ βασιλεὺς καθὼς ἐποίησαν αὐτῷ οἱ πρὸ αὐτοῦ, καὶ ὕψωσεν αὐτὸν ἐναντίον τῶν φίλων αὐτοῦ πάντων. 27καὶ ἔστησεν αὐτῷ τὴν ἀρχιερωσύνην καὶ ὅσα ἄλλα εἶχεν τίμια τὸ πρότερον καὶ ἐποίησεν αὐτὸν τῶν πρώτων φίλων ἡγεῖσθαι. καὶ ἠξίωσεν Ιωναθαν τὸν βασιλέα ποιῆσαι τὴν Ιουδαίαν ἀφορολόγητον καὶ τὰς τρεῖς τοπαρχίας καὶ τὴν Σαμαρῖτιν καὶ ἐπηγγείλατο αὐτῷ τάλαντα τριακόσια. 29καὶ εὐδόκησεν ὁ βασιλεὺς καὶ ἔγραψεν τῷ Ιωναθαν ἐπιστολὰς περὶ πάντων τούτων ἐχούσας τὸν τρόπον τοῦτον 30Βασιλεὺς Δημήτριος Ιωναθαν τῷ ἀδελφῷ χαίρειν καὶ ἔθνει Ιουδαίων.
Lire 1 Maccabées 11 en entierDans les dictionnaires
Septante (AT) — Texte grec-français édité par ThéoTeX Éditions - theotex.org