Septante (AT)
1 Maccabées 10:85
85καὶ ἐγένοντο οἱ πεπτωκότες μαχαίρᾳ σὺν τοῖς ἐμπυρισθεῖσιν εἰς ἄνδρας ὀκτακισχιλίους.
Contexte de 1 Maccabées 10:85
83καὶ ἡ ἵππος ἐσκορπίσθη ἐν τῷ πεδίῳ. καὶ ἔφυγον εἰς Ἄζωτον καὶ εἰσῆλθον εἰς Βηθδαγων τὸ εἰδώλιον αὐτῶν τοῦ σωθῆναι. 84καὶ ἐνεπύρισεν Ιωναθαν τὴν Ἄζωτον καὶ τὰς πόλεις τὰς κύκλῳ αὐτῆς καὶ ἔλαβεν τὰ σκῦλα αὐτῶν καὶ τὸ ἱερὸν Δαγων καὶ τοὺς συμφυγόντας εἰς αὐτὸ ἐνεπύρισεν πυρί. καὶ ἐγένοντο οἱ πεπτωκότες μαχαίρᾳ σὺν τοῖς ἐμπυρισθεῖσιν εἰς ἄνδρας ὀκτακισχιλίους. 86καὶ ἀπῆρεν ἐκεῖθεν Ιωναθαν καὶ παρενέβαλεν ἐπὶ Ἀσκαλῶνα, καὶ ἐξῆλθον οἱ ἐκ τῆς πόλεως εἰς συνάντησιν αὐτῷ ἐν δόξῃ μεγάλῃ. 87καὶ ἐπέστρεψεν Ιωναθαν εἰς Ιερουσαλημ σὺν τοῖς παρ αὐτοῦ ἔχοντες σκῦλα πολλά.
Lire 1 Maccabées 10 en entierDans les dictionnaires
Septante (AT) — Texte grec-français édité par ThéoTeX Éditions - theotex.org