Septante (AT)

1 Maccabées 10:81

81ὁ δὲ λαὸς εἱστήκει, καθὼς ἐπέταξεν Ιωναθαν, καὶ ἐκοπίασαν οἱ ἵπποι αὐτῶν.

Contexte de 1 Maccabées 10:81

79καὶ ἀπέλιπεν Απολλώνιος χιλίαν ἵππον κρυπτῶς κατόπισθεν αὐτῶν. 80καὶ ἔγνω Ιωναθαν ὅτι ἔστιν ἔνεδρον κατόπισθεν αὐτοῦ, καὶ ἐκύκλωσαν αὐτοῦ τὴν παρεμβολὴν καὶ ἐξετίναξαν τὰς σχίζας εἰς τὸν λαὸν ἐκ πρωίθεν ἕως δείλης· ὁ δὲ λαὸς εἱστήκει, καθὼς ἐπέταξεν Ιωναθαν, καὶ ἐκοπίασαν οἱ ἵπποι αὐτῶν. 82καὶ εἵλκυσεν Σιμων τὴν δύναμιν αὐτοῦ καὶ συνῆψεν πρὸς τὴν φάλαγγα, ἡ γὰρ ἵππος ἐξελύθη, καὶ συνετρίβησαν ὑπ αὐτοῦ καὶ ἔφυγον, 83καὶ ἡ ἵππος ἐσκορπίσθη ἐν τῷ πεδίῳ. καὶ ἔφυγον εἰς Ἄζωτον καὶ εἰσῆλθον εἰς Βηθδαγων τὸ εἰδώλιον αὐτῶν τοῦ σωθῆναι.

Lire 1 Maccabées 10 en entier

Dans les dictionnaires

Septante (AT) — Texte grec-français édité par ThéoTeX Éditions - theotex.org