Septante (AT)
1 Maccabées 10:40
40κἀγὼ δίδωμι κατ ἐνιαυτὸν δέκα πέντε χιλιάδας σίκλων ἀργυρίου ἀπὸ τῶν λόγων τοῦ βασιλέως ἀπὸ τῶν τόπων τῶν ἀνηκόντων.
Contexte de 1 Maccabées 10:40
38καὶ τοὺς τρεῖς νομοὺς τοὺς προστεθέντας τῇ Ιουδαίᾳ ἀπὸ τῆς χώρας Σαμαρείας προστεθήτω τῇ Ιουδαίᾳ πρὸς τὸ λογισθῆναι τοῦ γενέσθαι ὑφ ἕνα τοῦ μὴ ὑπακοῦσαι ἄλλης ἐξουσίας ἀλλ ἢ τοῦ ἀρχιερέως. 39Πτολεμαίδα καὶ τὴν προσκυροῦσαν αὐτῇ δέδωκα δόμα τοῖς ἁγίοις τοῖς ἐν Ιερουσαλημ εἰς τὴν καθήκουσαν δαπάνην τοῖς ἁγίοις. κἀγὼ δίδωμι κατ ἐνιαυτὸν δέκα πέντε χιλιάδας σίκλων ἀργυρίου ἀπὸ τῶν λόγων τοῦ βασιλέως ἀπὸ τῶν τόπων τῶν ἀνηκόντων. 41καὶ πᾶν τὸ πλεονάζον, ὃ οὐκ ἀπεδίδοσαν ἀπὸ τῶν χρειῶν ὡς ἐν τοῖς πρώτοις ἔτεσιν, ἀπὸ τοῦ νῦν δώσουσιν εἰς τὰ ἔργα τοῦ οἴκου. 42καὶ ἐπὶ τούτοις πεντακισχιλίους σίκλους ἀργυρίου, οὓς ἐλάμβανον ἀπὸ τῶν χρειῶν τοῦ ἁγίου ἀπὸ τοῦ λόγου κατ ἐνιαυτόν, καὶ ταῦτα ἀφίεται διὰ τὸ ἀνήκειν αὐτὰ τοῖς ἱερεῦσιν τοῖς λειτουργοῦσιν.
Lire 1 Maccabées 10 en entierDans les dictionnaires
Septante (AT) — Texte grec-français édité par ThéoTeX Éditions - theotex.org