Septante (AT)
1 Maccabées 10:12
12καὶ ἔφυγον οἱ ἀλλογενεῖς οἱ ὄντες ἐν τοῖς ὀχυρώμασιν, οἷς ᾠκοδόμησεν Βακχίδης,
Contexte de 1 Maccabées 10:12
10καὶ ᾤκησεν Ιωναθαν ἐν Ιερουσαλημ καὶ ἤρξατο οἰκοδομεῖν καὶ καινίζειν τὴν πόλιν. 11καὶ εἶπεν πρὸς τοὺς ποιοῦντας τὰ ἔργα οἰκοδομεῖν τὰ τείχη καὶ τὸ ὄρος Σιων κυκλόθεν ἐκ λίθων τετραπόδων εἰς ὀχύρωσιν, καὶ ἐποίησαν οὕτως. καὶ ἔφυγον οἱ ἀλλογενεῖς οἱ ὄντες ἐν τοῖς ὀχυρώμασιν, οἷς ᾠκοδόμησεν Βακχίδης, 13καὶ κατέλιπεν ἕκαστος τὸν τόπον αὐτοῦ καὶ ἀπῆλθεν εἰς τὴν γῆν αὐτοῦ· 14πλὴν ἐν Βαιθσουροις ὑπελείφθησάν τινες τῶν καταλιπόντων τὸν νόμον καὶ τὰ προστάγματα· ἦν γὰρ εἰς φυγαδευτήριον.
Lire 1 Maccabées 10 en entierDans les dictionnaires
Septante (AT) — Texte grec-français édité par ThéoTeX Éditions - theotex.org