Septante (AT)
1 Maccabées 1:3
3καὶ διῆλθεν ἕως ἄκρων τῆς γῆς καὶ ἔλαβεν σκῦλα πλήθους ἐθνῶν. καὶ ἡσύχασεν ἡ γῆ ἐνώπιον αὐτοῦ, καὶ ὑψώθη, καὶ ἐπήρθη ἡ καρδία αὐτοῦ.
Contexte de 1 Maccabées 1:3
1Καὶ ἐγένετο μετὰ τὸ πατάξαι Ἀλέξανδρον τὸν Φιλίππου Μακεδόνα, ὃς ἐξῆλθεν ἐκ γῆς Χεττιιμ, καὶ ἐπάταξεν τὸν Δαρεῖον βασιλέα Περσῶν καὶ Μήδων καὶ ἐβασίλευσεν ἀντ αὐτοῦ, πρότερον ἐπὶ τὴν Ἑλλάδα. 2καὶ συνεστήσατο πολέμους πολλοὺς καὶ ἐκράτησεν ὀχυρωμάτων καὶ ἔσφαξεν βασιλεῖς τῆς γῆς· καὶ διῆλθεν ἕως ἄκρων τῆς γῆς καὶ ἔλαβεν σκῦλα πλήθους ἐθνῶν. καὶ ἡσύχασεν ἡ γῆ ἐνώπιον αὐτοῦ, καὶ ὑψώθη, καὶ ἐπήρθη ἡ καρδία αὐτοῦ. 4καὶ συνῆξεν δύναμιν ἰσχυρὰν σφόδρα καὶ ἦρξεν χωρῶν ἐθνῶν καὶ τυράννων, καὶ ἐγένοντο αὐτῷ εἰς φόρον. 5καὶ μετὰ ταῦτα ἔπεσεν ἐπὶ τὴν κοίτην καὶ ἔγνω ὅτι ἀποθνῄσκει.
Lire 1 Maccabées 1 en entierSeptante (AT) — Texte grec-français édité par ThéoTeX Éditions - theotex.org