Septante (AT)
1 Esdras 9:42
42καὶ ἔστη Εσδρας ὁ ἱερεὺς καὶ ἀναγνώστης τοῦ νόμου ἐπὶ τοῦ ξυλίνου βήματος τοῦ κατασκευασθέντος,
Contexte de 1 Esdras 9:42
40καὶ ἐκόμισεν Εσδρας ὁ ἀρχιερεὺς τὸν νόμον παντὶ τῷ πλήθει ἀπὸ ἀνθρώπου ἕως γυναικὸς καὶ πᾶσιν τοῖς ἱερεῦσιν ἀκοῦσαι τοῦ νόμου νουμηνίᾳ τοῦ ἑβδόμου μηνός· 41καὶ ἀνεγίγνωσκεν ἐν τῷ πρὸ τοῦ ἱεροῦ πυλῶνος εὐρυχώρῳ ἀπὸ ὄρθρου ἕως μεσημβρινοῦ ἐνώπιον ἀνδρῶν τε καὶ γυναικῶν, καὶ ἐπέδωκαν πᾶν τὸ πλῆθος τὸν νοῦν εἰς τὸν νόμον. καὶ ἔστη Εσδρας ὁ ἱερεὺς καὶ ἀναγνώστης τοῦ νόμου ἐπὶ τοῦ ξυλίνου βήματος τοῦ κατασκευασθέντος, 43καὶ ἔστησαν παρ αὐτῷ Ματταθιας, Σαμμους, Ανανιας, Αζαριας, Ουριας, Εζεκιας, Βααλσαμος ἐκ δεξιῶν, 44καὶ ἐξ εὐωνύμων Φαδαιος, Μισαηλ, Μελχιας, Λωθασουβος, Ναβαριας, Ζαχαριας.
Lire 1 Esdras 9 en entierSeptante (AT) — Texte grec-français édité par ThéoTeX Éditions - theotex.org