Septante (AT)

1 Esdras 9:16

16καὶ ἐπελέξατο ἑαυτῷ Εσδρας ὁ ἱερεὺς ἄνδρας ἡγουμένους τῶν πατριῶν αὐτῶν, κατ ὄνομα πάντας, καὶ συνεκάθισαν τῇ νουμηνίᾳ τοῦ μηνὸς τοῦ δεκάτου ἐτάσαι τὸ πρᾶγμα.

Contexte de 1 Esdras 9:16

14Ιωναθας Αζαηλου καὶ Ιεζιας Θοκανου ἐπεδέξαντο κατὰ ταῦτα, καὶ Μοσολλαμος καὶ Λευις καὶ Σαββαταιος συνεβράβευσαν αὐτοῖς. 15καὶ ἐποίησαν κατὰ πάντα ταῦτα οἱ ἐκ τῆς αἰχμαλωσίας. καὶ ἐπελέξατο ἑαυτῷ Εσδρας ὁ ἱερεὺς ἄνδρας ἡγουμένους τῶν πατριῶν αὐτῶν, κατ ὄνομα πάντας, καὶ συνεκάθισαν τῇ νουμηνίᾳ τοῦ μηνὸς τοῦ δεκάτου ἐτάσαι τὸ πρᾶγμα. 17καὶ ἤχθη ἐπὶ πέρας τὰ κατὰ τοὺς ἄνδρας τοὺς ἐπισυνέχοντας γυναῖκας ἀλλογενεῖς ἕως τῆς νουμηνίας τοῦ πρώτου μηνός. 18Καὶ εὑρέθησαν τῶν ἱερέων οἱ ἐπισυναχθέντες ἀλλογενεῖς γυναῖκας ἔχοντες·

Lire 1 Esdras 9 en entier

Septante (AT) — Texte grec-français édité par ThéoTeX Éditions - theotex.org