Septante (AT)

1 Esdras 8:87

87ἰδοὺ νῦν ἐσμεν ἐνώπιόν σου ἐν ταῖς ἀνομίαις ἡμῶν· οὐ γὰρ ἔστιν στῆναι ἔτι ἔμπροσθέν σου ἐπὶ τούτοις.

Contexte de 1 Esdras 8:87

85οὐχὶ ὠργίσθης ἡμῖν ἀπολέσαι ἡμᾶς ἕως τοῦ μὴ καταλιπεῖν ῥίζαν καὶ σπέρμα καὶ ὄνομα ἡμῶν ; 86κύριε τοῦ Ισραηλ, ἀληθινὸς εἶ· κατελείφθημεν γὰρ ῥίζα ἐν τῇ σήμερον. ἰδοὺ νῦν ἐσμεν ἐνώπιόν σου ἐν ταῖς ἀνομίαις ἡμῶν· οὐ γὰρ ἔστιν στῆναι ἔτι ἔμπροσθέν σου ἐπὶ τούτοις. 88Καὶ ὅτε προσευχόμενος Εσδρας ἀνθωμολογεῖτο κλαίων χαμαιπετὴς ἔμπροσθεν τοῦ ἱεροῦ, ἐπισυνήχθησαν πρὸς αὐτὸν ἀπὸ Ιερουσαλημ ὄχλος πολὺς σφόδρα, ἄνδρες καὶ γυναῖκες καὶ νεανίαι· κλαυθμὸς γὰρ ἦν μέγας ἐν τῷ πλήθει. 89καὶ φωνήσας Ιεχονιας Ιεηλου τῶν υἱῶν Ισραηλ εἶπεν Εσδρα Ἡμεῖς ἡμάρτομεν εἰς τὸν κύριον καὶ συνῳκίσαμεν γυναῖκας ἀλλογενεῖς ἐκ τῶν ἐθνῶν τῆς γῆς· καὶ νῦν ἐστιν ἐλπὶς τῷ Ισραηλ.

Lire 1 Esdras 8 en entier

Septante (AT) — Texte grec-français édité par ThéoTeX Éditions - theotex.org