Septante (AT)

1 Esdras 8:70

70καὶ ἐξεγερθεὶς ἐκ τῆς νηστείας διερρηγμένα ἔχων τὰ ἱμάτια καὶ τὴν ἱερὰν ἐσθῆτα κάμψας τὰ γόνατα καὶ ἐκτείνας τὰς χεῖρας πρὸς τὸν κύριον ἔλεγον

Contexte de 1 Esdras 8:70

68καὶ ἅμα τῷ ἀκοῦσαί με ταῦτα διέρρηξα τὰ ἱμάτια καὶ τὴν ἱερὰν ἐσθῆτα καὶ κατέτιλα τοῦ τριχώματος τῆς κεφαλῆς καὶ τοῦ πώγωνος καὶ ἐκάθισα σύννους καὶ περίλυπος. 69καὶ ἐπισυνήχθησαν πρός με ὅσοι ποτὲ ἐπεκινοῦντο τῷ ῥήματι κυρίου τοῦ Ισραηλ, ἐμοῦ πενθοῦντος ἐπὶ τῇ ἀνομίᾳ, καὶ ἐκαθήμην περίλυπος ἕως τῆς δειλινῆς θυσίας. καὶ ἐξεγερθεὶς ἐκ τῆς νηστείας διερρηγμένα ἔχων τὰ ἱμάτια καὶ τὴν ἱερὰν ἐσθῆτα κάμψας τὰ γόνατα καὶ ἐκτείνας τὰς χεῖρας πρὸς τὸν κύριον ἔλεγον 71Κύριε, ᾔσχυμμαι, ἐντέτραμμαι κατὰ πρόσωπόν σου· 72αἱ γὰρ ἁμαρτίαι ἡμῶν ἐπλεόνασαν ὑπὲρ τὰς κεφαλὰς ἡμῶν, αἱ δὲ ἄγνοιαι ἡμῶν ὑπερήνεγκαν ἕως τοῦ οὐρανοῦ

Lire 1 Esdras 8 en entier

Septante (AT) — Texte grec-français édité par ThéoTeX Éditions - theotex.org