Septante (AT)
1 Esdras 8:56
56καὶ στήσας παρέδωκα αὐτοῖς ἀργυρίου τάλαντα ἑξακόσια πεντήκοντα καὶ σκεύη ἀργυρᾶ ταλάντων ἑκατὸν καὶ χρυσίου τάλαντα ἑκατὸν καὶ χρυσώματα εἴκοσι καὶ σκεύη χαλκᾶ ἀπὸ χρηστοῦ χαλκοῦ στίλβοντα χρυσοειδῆ σκεύη δώδεκα.
Contexte de 1 Esdras 8:56
54καὶ ἐχώρισα τῶν φυλάρχων τῶν ἱερέων ἄνδρας δέκα δύο, καὶ Σερεβιαν καὶ Ασαβιαν καὶ μετ αὐτῶν ἐκ τῶν ἀδελφῶν αὐτῶν ἄνδρας δέκα, 55καὶ ἔστησα αὐτοῖς τὸ ἀργύριον καὶ τὸ χρυσίον καὶ τὰ ἱερὰ σκεύη τοῦ οἴκου τοῦ κυρίου ἡμῶν, ἃ αὐτὸς ἐδωρήσατο ὁ βασιλεὺς καὶ οἱ σύμβουλοι αὐτοῦ καὶ οἱ μεγιστᾶνες καὶ πᾶς Ισραηλ. καὶ στήσας παρέδωκα αὐτοῖς ἀργυρίου τάλαντα ἑξακόσια πεντήκοντα καὶ σκεύη ἀργυρᾶ ταλάντων ἑκατὸν καὶ χρυσίου τάλαντα ἑκατὸν καὶ χρυσώματα εἴκοσι καὶ σκεύη χαλκᾶ ἀπὸ χρηστοῦ χαλκοῦ στίλβοντα χρυσοειδῆ σκεύη δώδεκα. 57καὶ εἶπα αὐτοῖς Καὶ ὑμεῖς ἅγιοί ἐστε τῷ κυρίῳ, καὶ τὰ σκεύη ἅγια, καὶ τὸ ἀργύριον καὶ τὸ χρυσίον εὐχὴ τῷ κυρίῳ κυρίῳ τῶν πατέρων ἡμῶν· 58ἀγρυπνεῖτε καὶ φυλάσσετε ἕως τοῦ παραδοῦναι αὐτὰ ὑμᾶς τοῖς φυλάρχοις τῶν ἱερέων καὶ τῶν Λευιτῶν καὶ τοῖς ἡγουμένοις τῶν πατριῶν τοῦ Ισραηλ ἐν Ιερουσαλημ ἐν τοῖς παστοφορίοις τοῦ οἴκου τοῦ κυρίου ἡμῶν.
Lire 1 Esdras 8 en entierSeptante (AT) — Texte grec-français édité par ThéoTeX Éditions - theotex.org