Septante (AT)
1 Esdras 8:43
43ἀπέστειλα πρὸς Ελεαζαρον καὶ Ιδουηλον καὶ Μαασμαν καὶ Ελναταν καὶ Σαμαιαν καὶ Ιωριβον, Ναθαν, Ενναταν, Ζαχαριαν καὶ Μεσολαμον τοὺς ἡγουμένους καὶ ἐπιστήμονας
Contexte de 1 Esdras 8:43
41Καὶ συνήγαγον αὐτοὺς ἐπὶ τὸν λεγόμενον Θεραν ποταμόν, καὶ παρενεβάλομεν αὐτόθι ἡμέρας τρεῖς, καὶ κατέμαθον αὐτούς. 42καὶ ἐκ τῶν υἱῶν τῶν ἱερέων καὶ ἐκ τῶν Λευιτῶν οὐχ εὑρὼν ἐκεῖ ἀπέστειλα πρὸς Ελεαζαρον καὶ Ιδουηλον καὶ Μαασμαν καὶ Ελναταν καὶ Σαμαιαν καὶ Ιωριβον, Ναθαν, Ενναταν, Ζαχαριαν καὶ Μεσολαμον τοὺς ἡγουμένους καὶ ἐπιστήμονας 44καὶ εἶπα αὐτοῖς ἐλθεῖν πρὸς Αδδαιον τὸν ἡγούμενον τὸν ἐν τῷ τόπῳ τοῦ γαζοφυλακίου 45ἐντειλάμενος αὐτοῖς διαλεγῆναι Αδδαιω καὶ τοῖς ἀδελφοῖς αὐτοῦ καὶ τοῖς ἐν τῷ τόπῳ γαζοφύλαξιν ἀποστεῖλαι ἡμῖν τοὺς ἱερατεύσοντας ἐν τῷ οἴκῳ τοῦ κυρίου ἡμῶν.
Lire 1 Esdras 8 en entierSeptante (AT) — Texte grec-français édité par ThéoTeX Éditions - theotex.org