Septante (AT)

1 Esdras 8:19

19κἀγὼ δὲ Ἀρταξέρξης ὁ βασιλεὺς προσέταξα τοῖς γαζοφύλαξι Συρίας καὶ Φοινίκης, ἵνα ὅσα ἂν ἀποστείλῃ Εσδρας ὁ ἱερεὺς καὶ ἀναγνώστης τοῦ νόμου τοῦ θεοῦ τοῦ ὑψίστου, ἐπιμελῶς διδῶσιν αὐτῷ ἕως ἀργυρίου ταλάντων ἑκατόν,

Contexte de 1 Esdras 8:19

17καὶ τὰ ἱερὰ σκεύη τοῦ κυρίου τὰ διδόμενά σοι εἰς τὴν χρείαν τοῦ ἱεροῦ τοῦ θεοῦ σου τοῦ ἐν Ιερουσαλημ. 18καὶ τὰ λοιπά, ὅσα ἂν ὑποπίπτῃ σοι εἰς τὴν χρείαν τοῦ ἱεροῦ τοῦ θεοῦ σου, δώσεις ἐκ τοῦ βασιλικοῦ γαζοφυλακίου· κἀγὼ δὲ Ἀρταξέρξης ὁ βασιλεὺς προσέταξα τοῖς γαζοφύλαξι Συρίας καὶ Φοινίκης, ἵνα ὅσα ἂν ἀποστείλῃ Εσδρας ὁ ἱερεὺς καὶ ἀναγνώστης τοῦ νόμου τοῦ θεοῦ τοῦ ὑψίστου, ἐπιμελῶς διδῶσιν αὐτῷ ἕως ἀργυρίου ταλάντων ἑκατόν, 20ὁμοίως δὲ καὶ ἕως πυροῦ κόρων ἑκατὸν καὶ οἴνου μετρητῶν ἑκατὸν καὶ ἅλα ἐκ πλήθους· 21πάντα τὰ κατὰ τὸν τοῦ θεοῦ νόμον ἐπιτελεσθήτω ἐπιμελῶς τῷ θεῷ τῷ ὑψίστῳ ἕνεκα τοῦ μὴ γενέσθαι ὀργὴν εἰς τὴν βασιλείαν τοῦ βασιλέως καὶ τῶν υἱῶν.

Lire 1 Esdras 8 en entier

Septante (AT) — Texte grec-français édité par ThéoTeX Éditions - theotex.org