Septante (AT)

1 Esdras 8:15

15ὥστε προσενεγκεῖν θυσίας ἐπὶ τὸ θυσιαστήριον τοῦ κυρίου αὐτῶν τὸ ἐν Ιερουσαλημ.

Contexte de 1 Esdras 8:15

13καὶ ἀπενεγκεῖν δῶρα τῷ κυρίῳ τοῦ Ισραηλ, ἃ ηὐξάμην ἐγώ τε καὶ οἱ φίλοι, εἰς Ιερουσαλημ καὶ πᾶν χρυσίον καὶ ἀργύριον, ὃ ἐὰν εὑρεθῇ ἐν τῇ χώρᾳ τῆς Βαβυλωνίας, τῷ κυρίῳ εἰς Ιερουσαλημ σὺν τῷ δεδωρημένῳ ὑπὸ τοῦ ἔθνους εἰς τὸ ἱερὸν τοῦ κυρίου αὐτῶν τὸ ἐν Ιερουσαλημ 14συναχθῆναι τό τε χρυσίον καὶ ἀργύριον εἰς ταύρους καὶ κριοὺς καὶ ἄρνας καὶ τὰ τούτοις ἀκόλουθα ὥστε προσενεγκεῖν θυσίας ἐπὶ τὸ θυσιαστήριον τοῦ κυρίου αὐτῶν τὸ ἐν Ιερουσαλημ. 16καὶ πάντα, ὅσα ἂν βούλῃ μετὰ τῶν ἀδελφῶν σου ποιῆσαι χρυσίῳ καὶ ἀργυρίῳ, ἐπιτέλει κατὰ τὸ θέλημα τοῦ θεοῦ σου 17καὶ τὰ ἱερὰ σκεύη τοῦ κυρίου τὰ διδόμενά σοι εἰς τὴν χρείαν τοῦ ἱεροῦ τοῦ θεοῦ σου τοῦ ἐν Ιερουσαλημ.

Lire 1 Esdras 8 en entier

Septante (AT) — Texte grec-français édité par ThéoTeX Éditions - theotex.org