Septante (AT)

1 Esdras 7:3

3καὶ εὔοδα ἐγίνετο τὰ ἱερὰ ἔργα προφητευόντων Αγγαιου καὶ Ζαχαριου τῶν προφητῶν,

Contexte de 1 Esdras 7:3

1Τότε Σισίννης ὁ ἔπαρχος Κοίλης Συρίας καὶ Φοινίκης καὶ Σαθραβουζάνης καὶ οἱ συνέταιροι κατακολουθήσαντες τοῖς ὑπὸ τοῦ βασιλέως Δαρείου προσταγεῖσιν 2ἐπεστάτουν τῶν ἱερῶν ἔργων ἐπιμελέστερον συνεργοῦντες τοῖς πρεσβυτέροις τῶν Ιουδαίων καὶ ἱεροστάταις. καὶ εὔοδα ἐγίνετο τὰ ἱερὰ ἔργα προφητευόντων Αγγαιου καὶ Ζαχαριου τῶν προφητῶν, 4καὶ συνετέλεσαν ταῦτα διὰ προστάγματος τοῦ κυρίου θεοῦ Ισραηλ, 5καὶ μετὰ τῆς γνώμης Κύρου καὶ Δαρείου καὶ Ἀρταξέρξου βασιλέως Περσῶν συνετελέσθη ὁ οἶκος ὁ ἅγιος ἕως τρίτης καὶ εἰκάδος μηνὸς Αδαρ τοῦ ἕκτου ἔτους βασιλέως Δαρείου.

Lire 1 Esdras 7 en entier

Septante (AT) — Texte grec-français édité par ThéoTeX Éditions - theotex.org