Septante (AT)

1 Esdras 6:24

24οὗ τὸ ὕψος πήχεων ἑξήκοντα, πλάτος πήχεων ἑξήκοντα, διὰ δόμων λιθίνων ξυστῶν τριῶν καὶ δόμου ξυλίνου ἐγχωρίου καινοῦ ἑνός, καὶ τὸ δαπάνημα δοθῆναι ἐκ τοῦ οἴκου Κύρου τοῦ βασιλέως·

Contexte de 1 Esdras 6:24

22Τότε ὁ βασιλεὺς Δαρεῖος προσέταξεν ἐπισκέψασθαι ἐν τοῖς βασιλικοῖς βιβλιοφυλακίοις τοῖς κειμένοις ἐν Βαβυλῶνι, καὶ εὑρέθη ἐν Ἐκβατάνοις τῇ βάρει τῇ ἐν Μηδίᾳ χώρᾳ τόμος εἷς, ἐν ᾧ ὑπεμνημάτιστο τάδε 23Ἔτους πρώτου βασιλεύοντος Κύρου· βασιλεὺς Κῦρος προσέταξεν τὸν οἶκον τοῦ κυρίου τὸν ἐν Ιερουσαλημ οἰκοδομῆσαι, ὅπου ἐπιθύουσιν διὰ πυρὸς ἐνδελεχοῦς, οὗ τὸ ὕψος πήχεων ἑξήκοντα, πλάτος πήχεων ἑξήκοντα, διὰ δόμων λιθίνων ξυστῶν τριῶν καὶ δόμου ξυλίνου ἐγχωρίου καινοῦ ἑνός, καὶ τὸ δαπάνημα δοθῆναι ἐκ τοῦ οἴκου Κύρου τοῦ βασιλέως· 25καὶ τὰ ἱερὰ σκεύη τοῦ οἴκου κυρίου, τά τε χρυσᾶ καὶ τὰ ἀργυρᾶ, ἃ ἐξήνεγκεν Ναβουχοδονοσορ ἐκ τοῦ οἴκου τοῦ ἐν Ιερουσαλημ καὶ ἀπήνεγκεν εἰς Βαβυλῶνα, ἀποκατασταθῆναι εἰς τὸν οἶκον τὸν ἐν Ιερουσαλημ, οὗ ἦν κείμενα, ὅπως τεθῇ ἐκεῖ. 26προσέταξεν δὲ ἐπιμεληθῆναι Σισίννῃ ἐπάρχῳ Συρίας καὶ Φοινίκης καὶ Σαθραβουζάνῃ καὶ τοῖς συνεταίροις καὶ τοῖς ἀποτεταγμένοις ἐν Συρίᾳ καὶ Φοινίκῃ ἡγεμόσιν ἀπέχεσθαι τοῦ τόπου, ἐᾶσαι δὲ τὸν παῖδα τοῦ κυρίου Ζοροβαβελ, ἔπαρχον δὲ τῆς Ιουδαίας, καὶ τοὺς πρεσβυτέρους τῶν Ιουδαίων τὸν οἶκον τοῦ κυρίου ἐκεῖνον οἰκοδομεῖν ἐπὶ τοῦ τόπου.

Lire 1 Esdras 6 en entier

Septante (AT) — Texte grec-français édité par ThéoTeX Éditions - theotex.org