Septante (AT)
1 Esdras 5:8
8καὶ ἐπέστρεψαν εἰς Ιερουσαλημ καὶ τὴν λοιπὴν Ιουδαίαν ἕκαστος εἰς τὴν ἰδίαν πόλιν, οἱ ἐλθόντες μετὰ Ζοροβαβελ καὶ Ἰησοῦ, Νεεμιου, Ζαραιου, Ρησαιου, Ενηνιος, Μαρδοχαιου, Βεελσαρου, Ασφαρασου, Βορολιου, Ροιμου, Βαανα τῶν προηγουμένων αὐτῶν.
Contexte de 1 Esdras 5:8
6ὃς ἐλάλησεν ἐπὶ Δαρείου τοῦ βασιλέως Περσῶν λόγους σοφοὺς ἐν τῷ δευτέρῳ ἔτει τῆς βασιλείας αὐτοῦ μηνὶ Νισαν τοῦ πρώτου μηνός. 7εἰσὶν δὲ οὗτοι ἐκ τῆς Ιουδαίας οἱ ἀναβάντες ἐκ τῆς αἰχμαλωσίας τῆς παροικίας, οὓς μετῴκισεν Ναβουχοδονοσορ βασιλεὺς Βαβυλῶνος εἰς Βαβυλῶνα καὶ ἐπέστρεψαν εἰς Ιερουσαλημ καὶ τὴν λοιπὴν Ιουδαίαν ἕκαστος εἰς τὴν ἰδίαν πόλιν, οἱ ἐλθόντες μετὰ Ζοροβαβελ καὶ Ἰησοῦ, Νεεμιου, Ζαραιου, Ρησαιου, Ενηνιος, Μαρδοχαιου, Βεελσαρου, Ασφαρασου, Βορολιου, Ροιμου, Βαανα τῶν προηγουμένων αὐτῶν. 9ἀριθμὸς τῶν ἀπὸ τοῦ ἔθνους καὶ οἱ προηγούμενοι αὐτῶν· υἱοὶ Φορος δύο χιλιάδες καὶ ἑκατὸν ἑβδομήκοντα δύο. 10υἱοὶ Σαφατ τετρακόσιοι ἑβδομήκοντα δύο. υἱοὶ Αρεε ἑπτακόσιοι πεντήκοντα ἕξ.
Lire 1 Esdras 5 en entierSeptante (AT) — Texte grec-français édité par ThéoTeX Éditions - theotex.org