Septante (AT)

1 Esdras 5:61

61καὶ πολλοὶ διὰ σαλπίγγων καὶ χαρᾶς μεγάλῃ τῇ φωνῇ

Contexte de 1 Esdras 5:61

59καὶ πᾶς ὁ λαὸς ἐσάλπισαν καὶ ἐβόησαν φωνῇ μεγάλῃ ὑμνοῦντες τῷ κυρίῳ ἐπὶ τῇ ἐγέρσει τοῦ οἴκου τοῦ κυρίου. 60καὶ ἤλθοσαν ἐκ τῶν ἱερέων τῶν Λευιτῶν καὶ τῶν προκαθημένων κατὰ τὰς πατριὰς αὐτῶν οἱ πρεσβύτεροι οἱ ἑωρακότες τὸν πρὸ τούτου οἶκον πρὸς τὴν τούτου οἰκοδομὴν μετὰ κραυγῆς καὶ κλαυθμοῦ μεγάλου καὶ πολλοὶ διὰ σαλπίγγων καὶ χαρᾶς μεγάλῃ τῇ φωνῇ 62ὥστε τὸν λαὸν μὴ ἀκούειν τῶν σαλπίγγων διὰ τὸν κλαυθμὸν τοῦ λαοῦ, ὁ γὰρ ὄχλος ἦν ὁ σαλπίζων μεγαλωστὶ ὥστε μακρόθεν ἀκούεσθαι. 63Καὶ ἀκούσαντες οἱ ἐχθροὶ τῆς φυλῆς Ιουδα καὶ Βενιαμιν ἤλθοσαν ἐπιγνῶναι τίς ἡ φωνὴ τῶν σαλπίγγων.

Lire 1 Esdras 5 en entier

Septante (AT) — Texte grec-français édité par ThéoTeX Éditions - theotex.org