Septante (AT)

1 Esdras 5:56

56καὶ ἔστησαν τοὺς Λευίτας ἀπὸ εἰκοσαετοῦς ἐπὶ τῶν ἔργων τοῦ κυρίου, καὶ ἔστη Ἰησοῦς καὶ οἱ υἱοὶ καὶ οἱ ἀδελφοὶ καὶ Καδμιηλ ὁ ἀδελφὸς καὶ οἱ υἱοὶ Ἰησοῦ Ημαδαβουν καὶ οἱ υἱοὶ Ιωδα τοῦ Ιλιαδουν σὺν τοῖς υἱοῖς καὶ ἀδελφοῖς, πάντες οἱ Λευῖται, ὁμοθυμαδὸν ἐργοδιῶκται ποιοῦντες εἰς τὰ ἔργα ἐν τῷ οἴκῳ τοῦ θεοῦ.

Contexte de 1 Esdras 5:56

54καὶ τῷ δευτέρῳ ἔτει παραγενόμενος εἰς τὸ ἱερὸν τοῦ θεοῦ εἰς Ιερουσαλημ μηνὸς δευτέρου ἤρξατο Ζοροβαβελ ὁ τοῦ Σαλαθιηλ καὶ Ἰησοῦς ὁ τοῦ Ιωσεδεκ καὶ οἱ ἀδελφοὶ αὐτῶν καὶ οἱ ἱερεῖς οἱ Λευῖται καὶ πάντες οἱ παραγενόμενοι ἐκ τῆς αἰχμαλωσίας εἰς Ιερουσαλημ 55καὶ ἐθεμελίωσαν τὸν ναὸν τοῦ θεοῦ τῇ νουμηνίᾳ τοῦ δευτέρου μηνὸς τοῦ δευτέρου ἔτους ἐν τῷ ἐλθεῖν εἰς τὴν Ιουδαίαν καὶ Ιερουσαλημ. καὶ ἔστησαν τοὺς Λευίτας ἀπὸ εἰκοσαετοῦς ἐπὶ τῶν ἔργων τοῦ κυρίου, καὶ ἔστη Ἰησοῦς καὶ οἱ υἱοὶ καὶ οἱ ἀδελφοὶ καὶ Καδμιηλ ὁ ἀδελφὸς καὶ οἱ υἱοὶ Ἰησοῦ Ημαδαβουν καὶ οἱ υἱοὶ Ιωδα τοῦ Ιλιαδουν σὺν τοῖς υἱοῖς καὶ ἀδελφοῖς, πάντες οἱ Λευῖται, ὁμοθυμαδὸν ἐργοδιῶκται ποιοῦντες εἰς τὰ ἔργα ἐν τῷ οἴκῳ τοῦ θεοῦ. 57καὶ ᾠκοδόμησαν οἱ οἰκοδόμοι τὸν ναὸν τοῦ κυρίου, καὶ ἔστησαν οἱ ἱερεῖς ἐστολισμένοι μετὰ μουσικῶν καὶ σαλπίγγων καὶ οἱ Λευῖται υἱοὶ Ασαφ ἔχοντες τὰ κύμβαλα ὑμνοῦντες τῷ κυρίῳ καὶ εὐλογοῦντες κατὰ Δαυιδ βασιλέα τοῦ Ισραηλ 58καὶ ἐφώνησαν δι ὕμνων ὁμολογοῦντες τῷ κυρίῳ, ὅτι ἡ χρηστότης αὐτοῦ καὶ ἡ δόξα εἰς τοὺς αἰῶνας παντὶ Ισραηλ.

Lire 1 Esdras 5 en entier

Septante (AT) — Texte grec-français édité par ThéoTeX Éditions - theotex.org