Septante (AT)

1 Esdras 5:50

50καὶ ἠγάγοσαν τὴν τῆς σκηνοπηγίας ἑορτήν, ὡς ἐπιτέτακται ἐν τῷ νόμῳ, καὶ θυσίας καθ ἡμέραν, ὡς προσῆκον ἦν,

Contexte de 1 Esdras 5:50

48προσενέγκαι ἐπ αὐτοῦ ὁλοκαυτώσεις ἀκολούθως τοῖς ἐν τῇ Μωυσέως βίβλῳ τοῦ ἀνθρώπου τοῦ θεοῦ διηγορευμένοις. 49καὶ ἐπισυνήχθησαν αὐτοῖς ἐκ τῶν ἄλλων ἐθνῶν τῆς γῆς. καὶ κατώρθωσαν τὸ θυσιαστήριον ἐπὶ τοῦ τόπου αὐτοῦ, ὅτι ἐν ἔχθρᾳ ἦσαν αὐτοῖς καὶ κατίσχυσαν αὐτοὺς πάντα τὰ ἔθνη τὰ ἐπὶ τῆς γῆς, καὶ ἀνέφερον θυσίας κατὰ τὸν καιρὸν καὶ ὁλοκαυτώματα τῷ κυρίῳ τὸ πρωινὸν καὶ τὸ δειλινὸν καὶ ἠγάγοσαν τὴν τῆς σκηνοπηγίας ἑορτήν, ὡς ἐπιτέτακται ἐν τῷ νόμῳ, καὶ θυσίας καθ ἡμέραν, ὡς προσῆκον ἦν, 51καὶ μετὰ ταῦτα προσφορὰς ἐνδελεχισμοῦ καὶ θυσίας σαββάτων καὶ νουμηνιῶν καὶ ἑορτῶν πασῶν ἡγιασμένων. 52καὶ ὅσοι εὔξαντο εὐχὴν τῷ θεῷ, ἀπὸ τῆς νουμηνίας τοῦ ἑβδόμου μηνὸς ἤρξαντο προσφέρειν θυσίας τῷ θεῷ, καὶ ὁ ναὸς τοῦ θεοῦ οὔπω ᾠκοδόμητο.

Lire 1 Esdras 5 en entier

Septante (AT) — Texte grec-français édité par ThéoTeX Éditions - theotex.org