Septante (AT)

1 Esdras 5:4

4Καὶ ταῦτα τὰ ὀνόματα τῶν ἀνδρῶν τῶν ἀναβαινόντων κατὰ πατριὰς αὐτῶν εἰς τὰς φυλὰς ἐπὶ τὴν μεριδαρχίαν αὐτῶν.

Contexte de 1 Esdras 5:4

2καὶ Δαρεῖος συναπέστειλεν μετ αὐτῶν ἱππεῖς χιλίους ἕως τοῦ ἀποκαταστῆσαι αὐτοὺς εἰς Ιερουσαλημ μετ εἰρήνης καὶ μετὰ μουσικῶν, τυμπάνων καὶ αὐλῶν· 3καὶ πάντες οἱ ἀδελφοὶ αὐτῶν παίζοντες, καὶ ἐποίησεν αὐτοὺς συναναβῆναι μετ ἐκείνων. Καὶ ταῦτα τὰ ὀνόματα τῶν ἀνδρῶν τῶν ἀναβαινόντων κατὰ πατριὰς αὐτῶν εἰς τὰς φυλὰς ἐπὶ τὴν μεριδαρχίαν αὐτῶν. 5οἱ ἱερεῖς υἱοὶ Φινεες υἱοῦ Ααρων· Ἰησοῦς ὁ τοῦ Ιωσεδεκ τοῦ Σαραιου καὶ Ιωακιμ ὁ τοῦ Ζοροβαβελ τοῦ Σαλαθιηλ ἐκ τοῦ οἴκου τοῦ Δαυιδ ἐκ τῆς γενεᾶς Φαρες, φυλῆς δὲ Ιουδα, 6ὃς ἐλάλησεν ἐπὶ Δαρείου τοῦ βασιλέως Περσῶν λόγους σοφοὺς ἐν τῷ δευτέρῳ ἔτει τῆς βασιλείας αὐτοῦ μηνὶ Νισαν τοῦ πρώτου μηνός.

Lire 1 Esdras 5 en entier

Septante (AT) — Texte grec-français édité par ThéoTeX Éditions - theotex.org