Septante (AT)

1 Esdras 5:38

38καὶ ἐκ τῶν ἱερέων οἱ ἐμποιούμενοι ἱερωσύνης καὶ οὐχ εὑρέθησαν· υἱοὶ Οββια, υἱοὶ Ακκως, υἱοὶ Ιοδδους τοῦ λαβόντος Αυγιαν γυναῖκα τῶν θυγατέρων Φαρζελλαιου καὶ ἐκλήθη ἐπὶ τῷ ὀνόματι αὐτοῦ·

Contexte de 1 Esdras 5:38

36οὗτοι ἀναβάντες ἀπὸ Θερμελεθ καὶ Θελερσας, ἡγούμενος αὐτῶν Χαρααθ, Αδαν καὶ Αμαρ, 37καὶ οὐκ ἠδύναντο ἀπαγγεῖλαι τὰς πατριὰς αὐτῶν καὶ γενεὰς ὡς ἐκ τοῦ Ισραηλ εἰσίν· υἱοὶ Δαλαν τοῦ υἱοῦ Τουβαν, υἱοὶ Νεκωδαν, ἑξακόσιοι πεντήκοντα δύο. καὶ ἐκ τῶν ἱερέων οἱ ἐμποιούμενοι ἱερωσύνης καὶ οὐχ εὑρέθησαν· υἱοὶ Οββια, υἱοὶ Ακκως, υἱοὶ Ιοδδους τοῦ λαβόντος Αυγιαν γυναῖκα τῶν θυγατέρων Φαρζελλαιου καὶ ἐκλήθη ἐπὶ τῷ ὀνόματι αὐτοῦ· 39καὶ τούτων ζητηθείσης τῆς γενικῆς γραφῆς ἐν τῷ καταλοχισμῷ καὶ μὴ εὑρεθείσης ἐχωρίσθησαν τοῦ ἱερατεύειν, 40καὶ εἶπεν αὐτοῖς Νεεμιας καὶ Ατθαριας μὴ μετέχειν τῶν ἁγίων αὐτούς, ἕως ἀναστῇ ἀρχιερεὺς ἐνδεδυμένος τὴν δήλωσιν καὶ τὴν ἀλήθειαν.

Lire 1 Esdras 5 en entier

Septante (AT) — Texte grec-français édité par ThéoTeX Éditions - theotex.org