Septante (AT)

1 Esdras 4:58

58Καὶ ὅτε ἐξῆλθεν ὁ νεανίσκος, ἄρας τὸ πρόσωπον εἰς τὸν οὐρανὸν ἐναντίον Ιερουσαλημ εὐλόγησεν τῷ βασιλεῖ τοῦ οὐρανοῦ λέγων

Contexte de 1 Esdras 4:58

56καὶ πᾶσι τοῖς φρουροῦσι τὴν πόλιν, ἔγραψε δοῦναι αὐτοῖς κλήρους καὶ ὀψώνια. 57καὶ ἐξαπέστειλεν πάντα τὰ σκεύη, ἃ ἐξεχώρισεν Κῦρος ἀπὸ Βαβυλῶνος· καὶ πάντα, ὅσα εἶπεν Κῦρος ποιῆσαι, καὶ αὐτὸς ἐπέταξεν ποιῆσαι καὶ ἐξαποστεῖλαι εἰς Ιερουσαλημ. Καὶ ὅτε ἐξῆλθεν ὁ νεανίσκος, ἄρας τὸ πρόσωπον εἰς τὸν οὐρανὸν ἐναντίον Ιερουσαλημ εὐλόγησεν τῷ βασιλεῖ τοῦ οὐρανοῦ λέγων 59Παρὰ σοῦ ἡ νίκη, καὶ παρὰ σοῦ ἡ σοφία, καὶ σὴ ἡ δόξα, καὶ ἐγὼ σὸς οἰκέτης. 60εὐλογητὸς εἶ, ὃς ἔδωκάς μοι σοφίαν· καὶ σοὶ ὁμολογῶ, δέσποτα τῶν πατέρων.

Lire 1 Esdras 4 en entier

Septante (AT) — Texte grec-français édité par ThéoTeX Éditions - theotex.org