Septante (AT)
1 Esdras 4:55
55καὶ τοῖς Λευίταις ἔγραψεν δοῦναι τὴν χορηγίαν ἕως ἧς ἡμέρας ἐπιτελεσθῇ ὁ οἶκος καὶ Ιερουσαλημ οἰκοδομηθῆναι,
Contexte de 1 Esdras 4:55
53καὶ πᾶσιν τοῖς προσβαίνουσιν ἀπὸ τῆς Βαβυλωνίας κτίσαι τὴν πόλιν ὑπάρχειν τὴν ἐλευθερίαν, αὐτοῖς τε καὶ τοῖς τέκνοις αὐτῶν καὶ πᾶσι τοῖς ἱερεῦσι τοῖς προσβαίνουσιν. 54ἔγραψεν δὲ καὶ τὴν χορηγίαν καὶ τὴν ἱερατικὴν στολήν, ἐν τίνι λατρεύουσιν ἐν αὐτῇ. καὶ τοῖς Λευίταις ἔγραψεν δοῦναι τὴν χορηγίαν ἕως ἧς ἡμέρας ἐπιτελεσθῇ ὁ οἶκος καὶ Ιερουσαλημ οἰκοδομηθῆναι, 56καὶ πᾶσι τοῖς φρουροῦσι τὴν πόλιν, ἔγραψε δοῦναι αὐτοῖς κλήρους καὶ ὀψώνια. 57καὶ ἐξαπέστειλεν πάντα τὰ σκεύη, ἃ ἐξεχώρισεν Κῦρος ἀπὸ Βαβυλῶνος· καὶ πάντα, ὅσα εἶπεν Κῦρος ποιῆσαι, καὶ αὐτὸς ἐπέταξεν ποιῆσαι καὶ ἐξαποστεῖλαι εἰς Ιερουσαλημ.
Lire 1 Esdras 4 en entierSeptante (AT) — Texte grec-français édité par ThéoTeX Éditions - theotex.org