Septante (AT)
1 Esdras 4:44
44καὶ πάντα τὰ σκεύη τὰ λημφθέντα ἐξ Ιερουσαλημ ἐκπέμψαι, ἃ ἐξεχώρισεν Κῦρος, ὅτε ηὔξατο ἐκκόψαι Βαβυλῶνα, καὶ ηὔξατο ἐξαποστεῖλαι ἐκεῖ.
Contexte de 1 Esdras 4:44
42Τότε ὁ βασιλεὺς εἶπεν αὐτῷ Αἴτησαι ὃ θέλεις πλείω τῶν γεγραμμένων, καὶ δώσομέν σοι, ὃν τρόπον εὑρέθης σοφώτερος· καὶ ἐχόμενός μου καθήσῃ καὶ συγγενής μου κληθήσῃ. 43τότε εἶπεν τῷ βασιλεῖ Μνήσθητι τὴν εὐχήν, ἣν ηὔξω οἰκοδομῆσαι τὴν Ιερουσαλημ ἐν τῇ ἡμέρᾳ, ᾗ τὸ βασίλειόν σου παρέλαβες, καὶ πάντα τὰ σκεύη τὰ λημφθέντα ἐξ Ιερουσαλημ ἐκπέμψαι, ἃ ἐξεχώρισεν Κῦρος, ὅτε ηὔξατο ἐκκόψαι Βαβυλῶνα, καὶ ηὔξατο ἐξαποστεῖλαι ἐκεῖ. 45καὶ σὺ εὔξω οἰκοδομῆσαι τὸν ναόν, ὃν ἐνεπύρισαν οἱ Ιδουμαῖοι, ὅτε ἠρημώθη ἡ Ιουδαία ὑπὸ τῶν Χαλδαίων. 46καὶ νῦν τοῦτό ἐστιν, ὅ σε ἀξιῶ, κύριε βασιλεῦ, καὶ ὃ αἰτοῦμαί σε, καὶ αὕτη ἐστὶν ἡ μεγαλωσύνη ἡ παρὰ σοῦ· δέομαι οὖν ἵνα ποιήσῃς τὴν εὐχήν, ἣν ηὔξω τῷ βασιλεῖ τοῦ οὐρανοῦ ποιῆσαι ἐκ στόματός σου.
Lire 1 Esdras 4 en entierSeptante (AT) — Texte grec-français édité par ThéoTeX Éditions - theotex.org