Septante (AT)

1 Esdras 4:40

40καὶ αὐτῇ ἡ ἰσχὺς καὶ τὸ βασίλειον καὶ ἡ ἐξουσία καὶ ἡ μεγαλειότης τῶν πάντων αἰώνων. εὐλογητὸς ὁ θεὸς τῆς ἀληθείας.

Contexte de 1 Esdras 4:40

38ἡ δὲ ἀλήθεια μένει καὶ ἰσχύει εἰς τὸν αἰῶνα καὶ ζῇ καὶ κρατεῖ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος. 39καὶ οὐκ ἔστιν παρ αὐτῇ λαμβάνειν πρόσωπα οὐδὲ διάφορα, ἀλλὰ τὰ δίκαια ποιεῖ ἀπὸ πάντων τῶν ἀδίκων καὶ πονηρῶν· καὶ πάντες εὐδοκοῦσι τοῖς ἔργοις αὐτῆς, καὶ οὐκ ἔστιν ἐν τῇ κρίσει αὐτῆς οὐθὲν ἄδικον. καὶ αὐτῇ ἡ ἰσχὺς καὶ τὸ βασίλειον καὶ ἡ ἐξουσία καὶ ἡ μεγαλειότης τῶν πάντων αἰώνων. εὐλογητὸς ὁ θεὸς τῆς ἀληθείας. 41καὶ ἐσιώπησεν τοῦ λαλεῖν· καὶ πᾶς ὁ λαὸς τότε ἐφώνησεν, καὶ τότε εἶπον Μεγάλη ἡ ἀλήθεια καὶ ὑπερισχύει. 42Τότε ὁ βασιλεὺς εἶπεν αὐτῷ Αἴτησαι ὃ θέλεις πλείω τῶν γεγραμμένων, καὶ δώσομέν σοι, ὃν τρόπον εὑρέθης σοφώτερος· καὶ ἐχόμενός μου καθήσῃ καὶ συγγενής μου κληθήσῃ.

Lire 1 Esdras 4 en entier

Septante (AT) — Texte grec-français édité par ThéoTeX Éditions - theotex.org