Septante (AT)
1 Esdras 4:18
18ἐὰν δὲ συναγάγωσιν χρυσίον καὶ ἀργύριον καὶ πᾶν πρᾶγμα ὡραῖον καὶ ἴδωσιν γυναῖκα μίαν καλὴν τῷ εἴδει καὶ τῷ κάλλει,
Contexte de 1 Esdras 4:18
16καὶ ἐξ αὐτῶν ἐγένοντο, καὶ αὗται ἐξέθρεψαν αὐτοὺς τοὺς φυτεύοντας τοὺς ἀμπελῶνας, ἐξ ὧν ὁ οἶνος γίνεται. 17καὶ αὗται ποιοῦσιν τὰς στολὰς τῶν ἀνθρώπων, καὶ αὗται ποιοῦσιν δόξαν τοῖς ἀνθρώποις, καὶ οὐ δύνανται οἱ ἄνθρωποι εἶναι χωρὶς τῶν γυναικῶν. ἐὰν δὲ συναγάγωσιν χρυσίον καὶ ἀργύριον καὶ πᾶν πρᾶγμα ὡραῖον καὶ ἴδωσιν γυναῖκα μίαν καλὴν τῷ εἴδει καὶ τῷ κάλλει, 19καὶ ταῦτα πάντα ἀφέντες εἰς αὐτὴν ἐγκέχηναν καὶ χάσκοντες τὸ στόμα θεωροῦσιν αὐτήν, καὶ πάντες αὐτὴν αἱρετίζουσιν μᾶλλον ἢ τὸ χρυσίον καὶ τὸ ἀργύριον καὶ πᾶν πρᾶγμα ὡραῖον. 20ἄνθρωπος τὸν ἑαυτοῦ πατέρα ἐγκαταλείπει, ὃς ἐξέθρεψεν αὐτόν, καὶ τὴν ἰδίαν χώραν καὶ πρὸς τὴν ἰδίαν γυναῖκα κολλᾶται·
Lire 1 Esdras 4 en entierSeptante (AT) — Texte grec-français édité par ThéoTeX Éditions - theotex.org